Ancient Greek · ~2 min
Chapter 1
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 1.8
Not analysed yet
ταύτῃ τοι καὶ πολλοὶ μὲν τῶν πιστῶν τὴν διάνοιαν ἀνεσαλεύοντο, ἄλλοι δέ, τὰς βασάνους μὴ δυνηθέντες ὑπενεγκεῖν, τῷ ἀθεμίτῳ αὐτοῦ εἶκον προστάγματι. οἱ δὲ τοῦ μοναχικοῦ τάγματος ἡγεμόνες καὶ ἀρχηγοί, οἱ μέν, ἐλέγχοντες αὐτοῦ τὴν ἀνομίαν, τὸ διὰ μαρτυρίου ὑπήνεγκαν τέλος καὶ τῆς ἀλήκτου ἐπέτυχον μακαριότητος· οἱ δὲ ἐν ἐρημίαις καὶ ὄρεσιν ἀπεκρύπτοντο, οὐ δέει τῶν ἠπειλημένων βασάνων, ἀλλ’ οἰκονομίᾳ τινὶ θειοτέρᾳ.