Ancient Greek
Chapter 10
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 10.78
Not analysed yet
Ὁ δὲ Ἰωάσαφ, κατανύξεως πολλῆς ἐπὶ τούτοις πληρωθείς, σύνδακρυς ὅλος ἦν. καὶ φησὶ πρὸς τὸν γέροντα· Πάντα μοι σαφῶς ἐγνώρισας, καὶ ἀσφαλῶς διεξῆλθες τὴν φρικτὴν ταύτην καὶ θαυμαστὴν διήγησιν. τούτων οὖν προκειμένων ἡμῖν, τί χρὴ ποιεῖν, τοῦ ἐκφυγεῖν τὰς ἡτοιμασμένας τοῖς ἁμαρτωλοῖς κολάσεις, καὶ ἀξιωθῆναι τῆς χαρᾶς τῶν δικαίων; Καὶ ὁ Βαρλαὰμ ἀπεκρίνατο· Γέγραπται ὅτι διδάσκοντός ποτε τοῦ Πέτρου τὸν λαόν, ὃς καὶ κορυφαῖος ἐκλήθη τῶν ἀποστόλων, κατενύγησαν τῇ καρδίᾳ, καθάπερ καὶ σὺ σήμερον, καί, εἰπόντων αὐτῶν· Τί ποιήσομεν; ὁ Πέτρος ἔφη πρὸς αὐτούς· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν. ἰδοὺ οὖν καὶ ἐπὶ σὲ ἐξέχεε τὸ πλούσιον ἔλεος αὐτοῦ, καὶ προσεκαλέσατό σε, τὸν μακρὰν αὐτοῦ τῇ γνώμῃ ὑπάρχοντα καὶ ἀλλοτρίοις λατρεύοντα οὐ θεοῖς, ἀλλὰ δαίμοσιν ὀλεθρίοις καὶ ξοάνοις κωφοῖς καὶ ἀναισθήτοις. διὸ καὶ πρὸ πάντων πρόσελθε τῷ κεκληκότι, παρ’ οὗ λήψῃ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ἀψευδῆ τὴν γνῶσιν. εἰ δὲ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίᾳ Θεοῦ κρίσει ἀπόκληρος ἔσῃ,