# Βαρλαάμ καί Ἰωάσαφ 10.79

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/10.79

τῷ μὴ θελῆσαι μὴ θεληθείς· οὕτω γὰρ καὶ ὁ αὐτὸς ἀπόστολος Πέτρος πρός τινα τῶν μαθητῶν λελάληκεν. ἐγὼ δὲ πιστεύω ὅτι καὶ ὑπήκουσας τῆς κλήσεως, καὶ ἔτι τρανότερον ὑπακούσας ἀρεῖς τὸν σταυρὸν καὶ ἀκολουθήσεις τῷ καλοῦντί σε Θεῷ καὶ Δεσπότῃ, ὃς προσκαλεῖταί σε ἀπὸ θανάτου εἰς ζωὴν καὶ ἀπὸ σκότους εἰς φῶς. τῷ ὄντι γὰρ ἡ τοῦ Θεοῦ ἄγνοια σκότος ἐστὶ καὶ θάνατος ψυχῆς, καὶ τὸ δουλεύειν εἰδώλοις ἐπ’ ὀλέθρῳ τῆς φύσεως πάσης μοι δοκεῖ εἶναι ἀναισθησίας καὶ ἀφροσύνης ἐπέκεινα. Οὓς τίνι ὁμοιώσω, καὶ ποταπήν σοι εἰκόνα τῆς τούτων ἀβελτηρίας παραστήσω; ἀλλά σοι παραθήσω ὑπόδειγμα παρά τινος ἀνδρὸς σοφωτάτου λεχθὲν πρός με. Ἔλεγε γὰρ ὅτι Ὅμοιοί εἰσιν οἱ τῶν εἰδώλων προσκυνηταὶ ἀνθρώπῳ ἰξευτῇ, ὃς κατέσχεν ἓν τῶν σμικροτάτων στρουθίων· ἀηδόνα τοῦτο καλοῦσι. λαβὼν δὲ μάχαιραν τοῦ σφάξαι αὐτὸ καὶ φαγεῖν, ἐδόθη τῇ ἀηδόνι φωνὴ ἔναρθρος. καί φησι πρὸς τὸν ἰξευτήν·

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
