# Βαρλαάμ καί Ἰωάσαφ 10.81

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/10.81

ἡ δὲ ἀηδὼν ἔφη αὐτῷ· Νῦν ἔγνων ἰσχυρῶς ἀνοηταίνειν σε· δεξάμενος γὰρ τὰ λεχθέντα σοι προθύμως καὶ ἡδέως ἀκούσας, οὐδεμίαν ἐξ αὐτῶν ὠφέλειαν ἐπεκτήσω. εἶπόν σοι μὴ μεταμελεῖσθαι ἐπὶ πράγματι παρελθόντι· καὶ ἰδοὺ συνεχύθης τῇ λύπῃ ὅτι σου τὰς χεῖρας ἐξέφυγον, μεταμελόμενος ἐπὶ πράγματι παρελθόντι. ἐνετειλάμην σοι μὴ ἐπιχειρεῖν τῶν ἀνεφίκτων ἐφικέσθαι, καὶ πειρᾷ κατασχεῖν με, μὴ δυνάμενος τῆς ἐμῆς ἐφικέσθαι πορείας. πρὸς τούτοις δὲ καὶ ἄπιστον ῥῆμα μὴ πιστεύειν σοι διεστειλάμην· ἀλλ’ ἰδοὺ ἐπίστευσας ὑπάρχειν ἐν τοῖς ἐγκάτοις μου μαργαρίτην ὑπερβαίνοντα τὸ μέτρον τῆς ἡλικίας μου, καὶ οὐκ ἐφρόνησας συνιέναι ὅτι ὅλη ἐγὼ οὐκ ἐφικνοῦμαι τῷ μεγέθει τῶν τοῦ στρουθοκαμήλου ὠῶν, καὶ πῶς μαργαρίτην τοιοῦτον ἐχώρησα ἐν ἐμοί; Οὕτως οὖν ἀνοηταίνουσι καὶ οἱ πεποιθότες ἐπὶ τοῖς εἰδώλοις· εἰργάσαντο γὰρ ταῦτα ταῖς χερσὶν αὐτῶν, καὶ προσκυνοῦσιν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, λέγοντες· Οὗτοι οἱ πλαστουργοὶ ἡμῶν. πῶς οὖν πλαστουργοὺς τοὺς ὑπ’ αὐτῶν δημιουργηθέντας καὶ διαπλασθέντας νομίζουσιν; ἀλλὰ καὶ τηροῦντες αὐτὰ ἐν ἀσφαλείᾳ, τοῦ μὴ ὑπὸ κλεπτῶν συληθῆναι, φύλακας ἀποκαλοῦνται τῆς σφῶν σωτηρίας· καὶ τοί γε πόσης ταῦτα ἀφροσύνης, καὶ τὸ μὴ γινώσκειν ὅτι, οὐκ ἐξαρκοῦντες ἑαυτοὺς φυλάσσειν καὶ βοηθεῖν,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
