Ancient Greek
Chapter 10
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 10.83
Not analysed yet
ἡμῖν δὲ οὐχ οὕτως ἐστίν, οὐδὲ πολλοὶ θεοὶ καὶ κύριοι· ἀλλ’ εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεὶς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος ἁπάσης τῆς κτίσεως καὶ πάντων τῶν αἰώνων, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι· Τὰ πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε· καὶ ἓν Πνεῦμα Ἅγιον, ἐν ᾧ τὰ πάντα, τὸν Κύριον καὶ ζωοποιόν, Θεὸν καὶ θεοποιοῦν, Πνεῦμα ἀγαθόν, Πνεῦμα εὐθές, Πνεῦμα παράκλητον, Πνεῦμα υἱοθεσίας. τούτων Θεὸς μὲν ἕκαστον καθ’ ἑαυτὸ θεωρούμενον· ὡς ὁ Πατὴρ καὶ ὁ Υἱός, ὡς ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, εἷς δὲ Θεὸς ἐν τρισί, μία φύσις, μία βασιλεία, μία δύναμις, μία δόξα, μία οὐσία, διαιρετὴ ταῖς ὑποστάσεσι καὶ μόνον. εἷς γὰρ ὁ Πατήρ, ᾧ καὶ ἴδιον ἡ ἀγεννησία· εἷς δὲ ὁ μονογενὴς Υἱός, καὶ ἴδιον αὐτῷ ἡ γέννησις· ἓν δὲ τὸ Ἅγιον Πνεῦμα, καὶ ἴδιον αὐτῷ ἡ ἐκπόρευσις.