# Βαρλαάμ καί Ἰωάσαφ 11.86

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/11.86

Λέγει πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Πάντα σου τὰ ῥήματα καλὰ καὶ θαυμαστά εἰσι, κἀγὼ ἐπίστευσα καὶ πιστεύω, πᾶσαν μὲν εἰδωλολατρείαν ἀπὸ καρδίας μισήσας· καί, πρὸ τοῦ εἰσελθεῖν γάρ σε πρός με, πλαγίως πως καὶ διστάζων πρὸς ταύτην διέκειτό μου ἡ ψυχή· νυνὶ δὲ τέλειον μῖσος ἐμίσησα, μαθὼν παρὰ σοῦ τὴν ματαιότητα τούτων καὶ τὴν ἀφροσύνην τῶν αὐτοῖς λατρευόντων. Ποθῶ δὲ τοῦ ἀληθινοῦ Θεοῦ δοῦλος γενέσθαι, εἴπερ οὐκ ἀπώσεταί με τὸν ἀνάξιον διὰ τὰς ἐμὰς ἀνομίας, ἀλλὰ συγχωρήσει μοι πάντα, φιλάνθρωπος ὢν καὶ εὔσπλαγχνος, καθὰ διδάσκεις, καὶ ἀξιώσει με δοῦλον αὐτοῦ γενέσθαι. ἤδη οὖν ἑτοίμως ἔχω καὶ τὸ βάπτισμα δέξασθαι, καὶ πάντα ὅσα εἴπῃς μοι φυλάξαι. τί δὲ χρή με ποιεῖν μετὰ τὸ βάπτισμα; καὶ εἰ ἀρκεῖ τοῦτο μόνον πρὸς σωτηρίαν,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
