Ancient Greek
Chapter 11
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 11.88
Not analysed yet
εἰς οὐρανὸν τὴν ψυχὴν ἀναφέρουσιν. ἰδοὺ τούτων ἐντετάλμεθα, μετὰ τὸ βάπτισμα, ἀντέχεσθαι, τῶν δ’ ἐναντίων ἀπέχεσθαι. Εἰ δὲ μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, τῶν προτέρων αὖθις ἐπιληψόμεθα νεκρῶν ἔργων, καὶ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψομεν, συμβήσεται ἡμῖν τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον. Ὅταν γάρ, φησί, τὸ ἀκάθαρτον Πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου ʽτῇ χάριτι δηλαδὴ τοῦ βαπτίσματοσ̓, διέρχεται δι’ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει· μὴ φέρον δὲ ἐπὶ πολὺ ἄοικον καὶ ἀνέστιον περιπλανᾶσθαι, λέγει· Ἐπιστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον. καί, ἐλθόν, εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον, κενὸν δὲ καὶ σχολάζοντα, μὴ ὑποδεξάμενον τὴν ἐργασίαν τῆς χάριτος, μηδὲ πληρώσαντα ἑαυτὸν τῷ πλούτῳ τῶν ἀρετῶν. τότε πορεύεται καὶ λαμβάνει μεθ’ ἑαυτοῦ ἕτερα ἑπτὰ Πνεύματα πονηρότερα ἑαυτοῦ· καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. τὸ γὰρ βάπτισμα τῶν μὲν προημαρτημένων πάντων τὰ χειρόγραφα, τῷ ὕδατι ἐνθάπτον, παντελεῖ ἀφανισμῷ παραδίδωσι,