# Βαρλαάμ καί Ἰωάσαφ 11.94

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/11.94

πάσης τε ἁμαρτίας καὶ παντὸς ῥύπου ἀμογητὶ καθαρθῆναι, ἐὰν συμβῇ ἔν τισι παραπτώμασιν ἡμᾶς ἁμαρτημάτων ἐμπεσεῖν, οὐκ ἔστι μὲν διὰ βαπτίσματος δευτέρα ἀναγέννησις ἐν ὕδατι τῆς κολυμβήθρας διὰ τοῦ πνεύματος ἐγγινομένη καὶ τελείως ἡμᾶς ἀναχωνεύουσα. τοῦτο γὰρ τὸ δώρημα ἅπαξ δέδοται· ἀλλὰ διὰ μετανοίας ἐμπόνου καὶ θερμῶν δακρύων, κόπων τε καὶ ἱδρώτων, γίνεται καθαρισμὸς καὶ συγχώρησις τῶν πταισμάτων διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. βάπτισμα γὰρ ἐκλήθη καὶ ἡ τῶν δακρύων πηγή, κατὰ χάριν τοῦ Δεσπότου, ἀλλὰ πόνου καὶ χρόνου δεόμενον· καὶ πολλοὺς τῶν πολλῶν διεσώσατο πταισμάτων· καθότι οὐκ ἔστιν ἁμαρτία νικῶσα τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, εἴπερ φθάσομεν μετανοῆσαι καὶ δάκρυσι πταισμάτων αἶσχος ἀπονίψασθαι, καὶ μὴ προλαβὼν ὁ θάνατος ῥερυπωμένους ἡμᾶς ἐκβαλεῖ τῶν ἐντεῦθεν· οὐκ ἔστι γὰρ ἐν τῷ ᾅδῃ ἐξομολόγησις, οὐδὲ μετάνοια· ἕως δὲ ἐν τοῖς ζῶσιν ὦμεν, τοῦ θεμελίου τῆς ὀρθοδόξου πίσεως ἀρραγοῦς διαμένοντος, κἄν τι τῆς δοκώσεως ἢ τῆς ἐνδομήσεως παραλυθῇ, ἔξεστι τὸ σαθρωθὲν τοῖς πταίσμασι τῇ μετανοίᾳ αὖθις ἀνακαινίσαι. πλῆθος γὰρ οἰκτιρμῶν Θεοῦ ἀριθμῆσαι καὶ μέγεθος ἐλέους αὐτοῦ μετρῆσαι ἀδύνατον· ἁμαρτήματα δὲ οἷά περ ἂν ὦσι καὶ πταίσματα μέτρῳ ὑπόκεινται καὶ ἀριθμητὰ εἶναι συμβαίνει. τὰ οὖν μέτρῳ καὶ ἀριθμῷ ὑποκείμενα πταίσματα ἡμῶν τὸ ἀμέτρητον ἔλεος καὶ τοὺς

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
