# Βαρλαάμ καί Ἰωάσαφ 11.98

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/11.98

Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. καὶ λοιπὸν ὁ καθαρισμὸς τῶν ἁμαρτημάτων γενήσεται διὰ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν τῷ μεγέθει τοῦ ἐλεους αὐτοῦ, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν τοῦ Θεοῦ τοῦ εἰπόντος ὅτι, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, καὶ τὰ ἑξῆς. Ταῦτα μὲν οὖν οὕτως ἔχει καὶ οὕτως πιστευομεν· χρὴ δέ, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ τῆς ἀναγεννήσεως καὶ υἱοθεσίας ἀξιωθῆναι καὶ μυστηρίων γεύσασθαι θείων, πάσῃ δυνάμει ἀσφαλίζεσθαι τοῦ μὴ πίπτειν. τὸ γὰρ πίπτειν οὐ πρέπει τῷ ἀθλητῇ, ἐπειδὴ πολλοὶ πεσόντες ἀναστῆναι οὐκ ἠδυνήθησαν· οἱ μέν, τοῖς πάθεσι θύραν ἀνοίξαντες, καὶ δυσαποσπάστως αὐτοῖς προσμείναντες, οὐκ ἔτι ἴσχυσαν πρὸς μετάνοιαν παλινδρομῆσαι· οἱ δέ, προαναρπασθέντες ὑπὸ τοῦ θανάτου, καὶ μὴ φθάσαντες διὰ μεταγνώσεως ἑαυτοὺς τοῦ ῥύπου τῆς ἁμαρτίας ἐκπλῦναι, κατεδικάσθησαν. καὶ διὰ τοῦτο ἐπικίνδυνον τὸ πίπτειν ἐν οἱῳδήποτε πάθει· ἐὰν δὲ συμβῇ πεσεῖν, εὐθὺς ἀναπηδῆσαι χρή, καὶ στῆναι πάλιν εἰς τὸν καλὸν ἀγῶνα·

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
