Ancient Greek · ~5 min
Chapter 12
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 12.101
Not analysed yet
πρότερον μὲν οἱ αὐτόπται αὐτοῦ καὶ μαθηταὶ καὶ ἀπόστολοι, ἔπειτα δὲ καὶ πᾶς ὁ τῶν ἁγίων μαρτύρων χορός, τοῖς θεραπευταῖς τῶν εἰδώλων βασιλεῦσι καὶ τυράννοις ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐκδόντες, πᾶν εἶδος κολαστηρίων ὑπέμειναν, θηρίοις προσομιλήσαντες καὶ πυρὶ καὶ ξίφεσι, καί, τὴν καλὴν ὁμολογίαν ὁμολογήσαντες, τὸν δρόμον τετελεκότες καὶ τὴν πίστιν τετηρηκότες, τῶν τῆς δικαιοσύνης ἐπέτυχον βραβείων, τῶν Ἀγγέλων ὁμοδίαιτοι καὶ τοῦ Χριστοῦ συγκληρονόμοι γενόμενοι· ὧν ἡ ἀρετὴ τοσοῦτον ἔλαμψεν, ὡς εἰς πᾶσαν τὴν γῆν τὸν φθόγγον αὐτῶν ἐξελθεῖν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν κατορθωμάτων αὐτῶν ἀστράψαι τὴν λαμπηδόνα. τούτων, οὐ τὰ ῥήματα μόνον καὶ τὰ ἔργα, ἀλλὰ καὶ αὐτὰ τὰ αἵματα καὶ τὰ ὀστᾶ πάσης ἁγιότητος πλήρη ὑπάρχουσι, δαίμονας μὲν κατὰ κράτος ἐλαύνοντα, ἀνιάτων δὲ νοσημάτων ἰάσεις τοῖς πίστει προσψαύουσι παρέχοντα· καὶ τὰ ἱμάτια δὲ καὶ εἴ τι ἄλλο τοῖς τιμίοις αὐτῶν προσήγγισε σώμασι, τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα. περὶ ὧν πολύς ἐστιν ὁ λόγος κατὰ μέρος τὰς αὐτῶν ἀριστείας διηγήσασθαι. Ἐπεὶ δὲ οἱ μὲν ἀπηνεῖς ἐκεῖνοι καὶ θηριώδεις τύραννοι κακοὶ κακῶς ἀπώλοντο, καὶ ὁ διωγμὸς ἔπαυσε, βασιλεῖς δὲ πιστοὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐβασίλευσαν,