Ancient Greek
Chapter 12
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 12.108
Not analysed yet
σκήνωμα γεγόνασι τοῦ ἁγίου Πνεύματος τῇ καθαρότητι τῆς καρδίας, καθὼς γέγραπται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· ἐσταύρωσαν ἑαυτοὺς τῷ κόσμῳ, ἵν’ ἐκ δεξιῶν τοῦ σταυρωθέντος σταθῶσι· περιεζώσαντο τὰς ὀσφύας αὐτῶν ἐν ἀληθείᾳ, καὶ ἑτοίμους ἔσχον ἀεὶ τὰς λαμπάδας, προσδοκῶντες τὴν ἔλευσιν τοῦ ἀθανάτου νυμφίου. νοεροὺς γὰρ κτησάμενοι ὀφθαλμούς, προεώρων διηνεκῶς τὴν φρικτὴν ὥραν ἐκείνην, τήν τε θεωρίαν τῶν μελλόντων ἀγαθῶν καὶ τῆς αἰωνίου κολάσεως ἀχώριστον τῆς ἑαυτῶν ἔσχον καρδίας· καὶ ἐσπούδασαν καμεῖν, ἵνα τῆς ἀϊδίου δόξης μὴ ἀποτύχωσι. γεγόνασιν ἀπαθεῖς ὥσπερ ἄγγελοι· καὶ νῦν μετ’ ἐκείνων χορεύουσιν, ὧν καὶ τὸν βίον ἐμιμήσαντο. μακάριοι οὗτοι καὶ τρισμακάριοι, ὅτι ἀπλανέσι τοῖς τοῦ νοὸς ὀφθαλμοῖς κατενόησαν τὴν τῶν παρόντων ματαιότητα, καὶ τῆς ἀνθρωπίνης εὐπραγίας τὸ ἄστατον καὶ ἀνώμαλον, καί, ταύτην ἀπαρνησάμενοι, τὰ αἰώνια ἑαυτοῖς ἐθησαύρισαν ἀγαθά, καὶ τῆς μηδέποτε διαπιπτούσης μήτε θανάτῳ διακοπτομένης ἐπελάβοντο ζωῆς. Τούτους οὖν τοὺς θαυμασίους καὶ ὁσίους ἄνδρας καὶ ἡμεῖς οἱ εὐτελεῖς καὶ ἀνάξιοι μιμεῖσθαι σπουδάζομεν,