Ancient Greek · ~5 min
Chapter 13
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 13.114
Not analysed yet
παραβολήν, ἔφη· Ὡς ἀληθὴς ὁ λόγος οὗτος καὶ πάνυ ἁρμοδιώτατος. μὴ οὖν ὀκνήσῃς τοιούτους ἀεί μοι τύπους ὑποδεικνύειν, ἵνα γνῶ ἀκριβῶς ὁποῖος ὑπάρχει ὁ καθ’ ἡμᾶς βίος, καὶ τίνων τοῖς ἑαυτοῦ φίλοις πρόξενος γίνεται. Ὁ δὲ γέρων εἶπεν· Ὅμοιοι αὖθίς εἰσιν οἱ ἐρασθέντες τῶν τοῦ βίου τερπνῶν καὶ τῇ τούτου γλυκανθέντες ἡδύτητι, τῶν μελλόντων τε καὶ μὴ σαλευομένων τὰ ῥευστὰ καὶ ἀσθενῆ προτιμήσαντες, ἀνθρώπῳ τινὶ τρεῖς ἐσχηκότι φίλους, ὦν τοὺς μὲν δύο περιπαθῶς ἐτίμα, καὶ σφοδρῶς τῆς αὐτῶν ἀγάπης ἀντείχετο, μέχρι θανάτου ὑπὲρ αὐτῶν ἀγωνιζόμενος καὶ προκινδυνεύειν αἱρού μενος· πρὸς δὲ τὸν τρίτον πολλῇ ἐφέρετο καταφρονήσει, μήτε τιμῆς, μήτε τῆς προσηκούσης αὐτὸν πώποτε ἀξιώσας ἀγάπης, ἀλλ’ ἢ μικράν τινα καὶ οὐδαμινὴν εἰς αὐτὸν προσποιούμενος φιλίαν. καταλαμβάνουσιν οὖν ἐν μιᾷ φοβεροί τινες καὶ ἐξαίσιοι στρατιῶται, σπεύδοντες ταχύτητι πολλῇ πρὸς τὸν βασιλέα τοῦτον ἀγαγεῖν, λόγον ἀποδώσοντα ὑπὲρ ὀφειλῆς μυρίων ταλάντων. στενοχωρούμενος δὲ ἐκεῖνος ἐζήτει βοηθόν, τὸν συναντιλαβέσθαι αὐτῷ ἐν τῶ φρικτῷ τοῦ βασιλέως λογοθεσίῳ δυνάμενον. δραμὼν οὖν πρὸς τὸν πρῶτον αὐτοῦ καὶ πάντων γνησιώτατον φίλον, λέγει. Οἶδας, ὦ φίλε, ὡς ἀεὶ ἐθέμην τὴν ψυχήν μου ὑπὲρ σοῦ· νυνὶ δὲ χρῄζω βοηθείας ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς κατεχούσης με ἀνάγκης.