# Βαρλαάμ καί Ἰωάσαφ 13.115

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/13.115

πόσων οὖν ἐπαγγέλλῃ συναντιλαβέσθαι μοι νῦν; καὶ τίς ἡ παρὰ σοῦ προσγινομένη μοι ἐλπίς, προσφιλέστατε; ἀποκριθεὶς οὖν ἐκεῖνος ἔφη· Οὐκ εἰμί σου φίλος, ἄνθρωπε· οὐκ ἐπίσταμαι τίς εἶ. ἄλλους γὰρ ἔχω προσφιλεῖς, μεθ’ ὧν δεῖ με σήμερον εὐφραίνεσθαι, καὶ φίλους αὐτοὺς εἰς τὸ ἑξῆς κτήσασθαι. παρέχω δέ σοι ἰδοὺ ῥάκια δύο, τοῦ ἔχειν σε ταῦτα ἐν τῇ ὁδῷ ᾗ πορεύῃ, ἅτινα οὐδέν σε τὸ παράπαν ὠφελήσουσι. καὶ μηδεμίαν ἄλλην παρ’ ἐμοῦ προσδοκήσῃς ἐλπίδα. τούτων ἀκούσας ἐκεῖνος καὶ ἀπογνοὺς ἣν ἐξ αὐτοῦ βοήθειαν ἤλπιζε, πρὸς τὸν ἕτερον πορεύεται φίλον, καί φησι· Μέμνησαι, ὦ ἑταῖρε, ὅσης ἀπήλαυσας παρ’ ἐμοῦ τιμῆς καὶ εὐγνωμοσύνης· σήμερον δέ, θλίψει περιπεσὼν καὶ συμφορᾷ μεγίστῃ, χρῄζω συνεργοῦ. πόσον οὖν ἰσχύεις μοι συγκοπιάσαι; ἐξ αὐτῆς γνώρισόν μοι. ὁ δέ φησιν· Οὐ σχολάζω σήμερον συναγωνίσασθαί σοι· μερίμναις γὰρ κἀγὼ καὶ περιστάσεσι περιπεσὼν ἐν θλίψει εἰμί. μικρὸν δ’ ὅμως συνοδεύσω σοι, κἂν μηδὲν ὠφελήσω σε· καί, θᾶττον ὑποστρέψας οἴκαδε, ταῖς ἰδίαις ἔσομαι ἀσχολούμενος μερίμναις. κεναῖς οὖν κἀκεῖθεν ὑποστρέψας χερσὶν ὁ ἄνθρωπος καὶ πάντοθεν ἀπορούμενος, ἐταλάνιζεν ἑαυτὸν τῆς ματαίας ἐλπίδος τῶν ἀγνωμόνων αὐτοῦ φίλων, καὶ τῶν ἀνονήτων ταλαιπωριῶν ὧν ὑπὲρ τῆς ἐκείνων ἀγάπης ὑπέστη. ἀπέρχεται λοιπὸν πρὸς τὸν τρίτον φίλον αὐτοῦ,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
