# Βαρλαάμ καί Ἰωάσαφ 14.121

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/14.121

ὅνπερ κἀγὼ δυστυχῶς ἐφίλουν, καὶ τῶν αὐτοῦ ἀντειχόμην τερπνῶν τε καὶ ἀπολαυστικῶν. κατανοήσας δὲ τοῖς ἀπλανέσι τοῦ νοὸς ὀφθαλμοῖς πῶς ἐν τούτοις πᾶς ὁ τῶν ἀνθρώπων κατατρίβεται βίος, τῶν μὲν παραγινομένων, τῶν δὲ ἀπαιρόντων, καὶ μηδενὸς ἔχοντος τὸ στάσιμόν τε καὶ βέβαιον, μήτε τῶν πλουτούντων ἐν τῷ πλούτῳ, μήτε τῶν δυνατῶν ἐν τῇ ἰσχύϊ, μήτε τῶν σοφῶν ἐν τῇ σοφίᾳ, μηδ̓ αὖ τῶν εὐημερούντων ἐν τῇ εὐημερίᾳ, μήτε τῶν τρυφώντων ἐν τῇ σπατάλῃ, μήτε τῶν ἀσφαλῶς δοκούντων βιοῦν ἐν τῇ ματαίᾳ αὐτῶν καὶ ἀδρανεστάτῃ ἀσφαλείᾳ, μήτε ἐν ἄλλῳ τινὶ τῶν ἐνταῦθα ἐπαινουμένων, ἀλλ’ ἔοικε τὸ πρᾶγμα χειμάρρων παρόδῳ ἀμετρήτῳ θαλάσσης ἐμπιπτόντων βυθῷ ʽῥευστὰ γὰρ οὕτως εἰσὶ τὰ παρόντα πάντα καὶ πρόσκαιρἀ, συνῆκα ὡς τὰ τοιαῦτα μάταια σύμπαντα καὶ ὄνησις αὐτῶν οὐδεμία, ἀλλ’ , ὥσπερ τὰ πρότερον πάντα λήθῃ κέκρυπται, εἴτε δόξαν εἴποις, εἴτε βασιλείαν, εἴτε ἀξιωμάτων λαμπρότητας, εἴτε δυναστείας ὄγκον, εἴτε τυράννων θρασύτητα, εἴτε τι τῶν τοιούτων, οὕτως καὶ τὰ ἐνεστῶτα εἰς τοὺς ἑξῆς καὶ μετέπειτα χρόνους ἀμαυρωθήσεται. ὧνπερ κἀγὼ εἷς ὑπάρχων τῇ συνήθει πάντως ἀλλοιώσει ὑποπεσοῦμαι, καὶ καθὼς οἱ πρὸ ἐμοῦ δι’ αἰῶνος τέρπεσθαι τοῖς παροῦσιν οὐ συνεχωρήθησαν, οὕτως ἔσται καὶ ἐπ’ ἐμοί. κατεῖδον γὰρ οἷα τοὺς ἀνθρώπους ὁ τύραννος οὗτος καὶ ταραχώδης κατεργάζεται κόσμος, μετατιθεὶς αὐτοὺς ἐντεῦθεν κἀκεῖθεν,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
