Ancient Greek
Chapter 15
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 15.128
Not analysed yet
Πρὸς ὃν ὁ γέρων ἔφη· Οὐ νόμον προσφάτως εἰσενεχθέντα διδάσκω σε ʽμὴ γένοιτὀ, ἀλλ’ ἔκπαλαι δοθέντα ἡμῖν. εἶπεν γὰρ ὁ Κύριος πλουσίῳ τινὶ ἐπερωτήσαντι αὐτόν, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; καὶ καυχωμένῳ πάντα φυλάξαι τὰ γεγραμμένα ἐν τῷ νόμῳ, Ἕν σοι, φησίν, ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν. ὁ δὲ ταῦτα ἀκούσας περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον, εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ταύτης οὖν τῆς ἐντολῆς πάντες ἀκούσαντες οἱ ἅγιοι ἀποχωρισθῆναι πάντη τῆς τοιαύτης τοῦ πλούτου δυσκολίας ἐφρόντισαν· καὶ πάντα σκορπίσαντες, καὶ διὰ τῆς τῶν πενήτων διαδόσεως πλοῦτον ἑαυτοῖς αἰώνιον προαποθέμενοι, ἦραν τὸν σταυρὸν καὶ τῷ Χριστῷ ἠκολούθησαν, οἱ μὲν μαρτυρικῶς, καθὰ δὴ καὶ εἶπόν σοι, τελειωθέντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ μηδὲν ἐκείνων ἀπολιπόντες τῇ ἀγωγῇ τῆς ἀληθινῆς ταύτης φιλοσοφίας. ἐντολὴν οὖν ταύτην εἶναι γίνωσκε Χριστοῦ τοῦ