# Βαρλαάμ καί Ἰωάσαφ 16.134

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/16.134

Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐν τῇ καθ’ ὑμᾶς δυστυχεστάτῃ χώρᾳ ταύτῃ οὐδένα γινώσκω. ἡ γὰρ τοῦ σοῦ πατρὸς τυραννὶς μυρίοις τούτους θανάτοις περιέβαλε, καὶ ἔργον ἔθετο μὴ τὸ σύνολον ἀκούεσθαι ἐν ὑμῖν τὸ τῆς θεογνωσίας κήρυγμα. ἐν πάσαις δὲ ταῖς λοιπαῖς γλώσσαις ᾅδεται ταῦτα καὶ δοξάζεται, οἷς μὲν ὀρθοτάτῳ λόγῳ, ἄλλοις δὲ διεστραμμένως, τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν ἐκκλίνειν αὐτοὺς τῆς εὐθείας ποιησαμένου καὶ ἀλλοτρίαις καταμερισαμένου δόξαις, καὶ ῥήσεις τινὰς τῶν Γραφῶν ἄλλως καὶ οὐ κατὰ τὸν ἐγκείμενον νοῦν μεθερμηνεύειν διδάξαντος. μία δέ ἐστιν ἡ ἀλήθεια, ἡ κηρυχθεῖσα διὰ τῶν ἐνδόξων ἀποστόλων καὶ τῶν θεοφόρων πατέρων, καὶ ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ τῇ ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης ἡλίου φαιδρότερον διαλάμπουσα, ἧσπερ ἐγὼ κήρυξ καὶ διδάσκαλος ἀπεστάλην σοι. Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Οὐδὲν οὖν τούτων ὁ ἐμὸς μεμάθηκε πατήρ; Καί φησιν ὁ γέρων· Τρανῶς μὲν καὶ προσηκόντως οὐδὲν μεμάθηκε· βύων γὰρ τὰς αἰσθήσεις, τὸ ἀγαθὸν ἑκὼν οὐ προσδέχεται, πρὸς τὸ κακὸν αὐτοπροαιρέτως τὴν ῥοπὴν κεκτημένος. Ἀλλ’ ἤθελον, φησὶν ὁ Ιωάσαφ, κἀκεῖνον ταῦτα μυηθῆναι. Ὁ δὲ γέρων· Τὰ παρὰ ἀνθρώποις, εἶπεν, ἀδύνατα, παρὰ τῷ Θεῷ πάντα δυνατά ἐστι. τί γὰρ οἶδας εἰ σὺ σώσεις τὸν πατέρα σου, καὶ τρόπῳ θαυμασίῳ γεννήτωρ τοῦ σοῦ χρηματίσεις γεννήτορος;

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
