# Βαρλαάμ καί Ἰωάσαφ 16.135

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/16.135

Ἀκήκοα γὰρ βασιλέα τινὰ γεγονέναι πάνυ καλῶς τὴν ἑαυτοῦ οἰκονομοῦντα βασιλείαν. πράως τε καὶ ἠπίως τῷ ὑπ’ αὐτὸν κεχρημένον λαῷ, ἐν τούτῳ δὲ μόνῳ σφαλλόμενον, τῷ μὴ πλουτεῖν τὸν τῆς θεογνωσίας φωτισμόν, ἀλλὰ τῇ πλάνῃ τῶν εἰδώλων κατέχεσθαι. εἶχε δέ τινα σύμβουλον ἀγαθὸν καὶ παντοίως κεκοσμημένον τῇ τε πρὸς τὸν Θεὸν εὐσεβείᾳ καὶ τῇ λοιπῇ πάσῃ ἐναρέτῳ σοφίᾳ· ὅς, ἀχθόμενος καὶ δυσχεραίνων ἐπὶ τῇ πλάνῃ τοῦ βασιλέως καὶ βουλόμενος αὐτὸν περὶ τούτου ἐλέγξαι, ἀνεχαιτίζετο τῆς ὁρμῆς, δεδοικὼς μὴ κακῶν πρόξενος ἑαυτῷ τε καὶ τοῖς αὑτοῦ ἑταίροις γένοιτο καὶ τὴν γινομένην δι᾽ αὐτοῦ πολλῶν ὠφέλειαν περικόψειεν. ἐζήτει δὲ ὅμως καιρὸν εὔθετον τοῦ ἑλκύσαι αὐτὸν πρὸς τὸ ἀγαθόν. φησὶν οὖν ἐν μιᾷ νυκτὶ πρὸς αὐτὸν ὁ βασιλεύς· Δεῦρο δή, ἐξέλθωμεν καὶ ἐμπεριπατήσωμεν τὴν πόλιν, εἴ πού τι τῶν ὠφελούντων ὀψόμεθα. ἐμπεριπατούντων δὲ αὐτῶν τὴν πόλιν, εἶδον φωτὸς αὐγὴν ἀπό τινος τρυμαλιᾶς λάμπουσαν· καί, ταύτῃ τοὺς ὀφθαλμοὺς ἐπιβαλόντες, βλέπουσιν ὑπόγειόν τι ἀντρῶδες οἴκημα, ἐν ᾧ προὐκαθέζετο ἀνὴρ ἐσχάτῃ συζῶν πενίᾳ καὶ εὐτελῆ τινα περικείμενος ῥάκια. παρίστατο δὲ ἡ γυνὴ αὐτοῦ οἶνον κιρνῶσα. τοῦ δὲ ἀνδρὸς τὴν κύλικα ἐπὶ χεῖρας λαβόντος, λιγυρὸν ᾅδουσα μέλος ἐκείνη τέρψιν αὐτῷ ἐνεποίει ὀρχουμένη καὶ τὸν ἄνδρα ἐγκωμίοις καταθέλγουσα. οἱ περὶ τὸν βασιλέα τοίνυν, ἐπὶ ὥραν ἱκανὴν ταῦτα κατανοοῦντες, ἐθαύμαζον ὅτι, τοιαύτῃ πιεζόμενοι πενίᾳ ὡς μήτε οἴκου εὐπορεῖν μήτ’ ἐσθῆτος, οὕτως εὐθύμως τὸν βίον διῆγον·

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
