# Βαρλαάμ καί Ἰωάσαφ 16.142

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/16.142

εἰ δὲ καὶ τὴν μικρὰν ταύτην ὑμνολογίαν οὐ προσάξω τῷ δωρησαμένῳ, ποίαν ἕξω ἀπολογίαν; Ὁ δὲ νεώτερος τὴν πολλὴν αὐτῆς ὑπερθαυμάσας σύνεσιν, τὸν αὐτῆς προσκαλεσάμενος πατέρα. Δός μοι, φησί, τὴν θυγατέρα σου· ἠγάπησα γὰρ τὴν σύνεσιν αὐτῆς καὶ εὐσέβειαν. ὁ δὲ γέρων ἔφη· Οὐκ ἔξεστί σοι ταύτην λαβεῖν τὴν πένητος θυγατέρα, πλουσίων ὄντι γονέων. αὖθις δὲ ὁ νέος, Ναί, φησί, ταύτην λήψομαι, εἴπερ οὐκ ἀπαγορεύεις· θυγάτηρ γάρ μοι μεμνήστευται εὐγενῶν καὶ πλουσίων, καὶ ταύτην ἀποσεισάμενος φυγῇ ἐχρησάμην· τῆς δὲ σῆς θυγατρὸς διὰ τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν νουνεχῆ σύνεσιν ἐρασθείς, συναφθῆναι αὐτῇ προτεθύμημαι. ὁ δὲ γέρων πρὸς αὐτὸν ἔφησεν· Οὐ δύναμαί σοι ταύτην δοῦναι τοῦ ἀπαγαγεῖν ἐν τῷ οἴκῳ τοῦ πατρός σου καὶ τῶν ἐμῶν χωρίσαι ἀγκαλῶν· μονογενὴς γάρ μοί ἐστιν. Ἀλλ’ ἐγώ, φησὶν ὁ νεανίσκος, παρ’ ὑμῖν μενῶ, καὶ τὴν ὑμῶν ἀναδέξομαι πολιτείαν. εἶτα καὶ τὴν λαμπρὰν ἀποθέμενος ἐσθῆτα, τὰ τοῦ γέροντος αἰτησάμενος περιεβάλλετο. πολλὰ δὲ ἐκεῖνος ἐκπειράσας αὐτὸν καὶ ποικίλως τὸν αὐτοῦ δοκιμάσας λογισμόν, ὡς ἔγνω σταθερᾶς ὑπάρχειν αὐτὸν διανοίας καὶ ὡς οὐκ ἔρωτι ἀφροσύνης κατεχόμενος αἰτεῖται τὴν αὐτοῦ θυγατέρα, ἀλλ’ ἔρωτι εὐσεβείας εἵλετο πενιχρῶς ζῆν, ταύτην προκρίνας τῆς αὐτοῦ δόξης καὶ εὐγενείας, κρατήσας αὐτὸν τῆς χειρός, εἰσήγαγεν εἰς τὸ ἑαυτοῦ ταμιεῖον, καὶ ὑπέδειξε πλοῦτον πολὺν ἀποκείμενον αὐτῷ καὶ χρημάτων ἀναρίθμητον ὄγκον, ὅσον οὐ τεθέατο πώποτε ὁ νεανίσκος.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
