Ancient Greek
Chapter 17
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 17.143
Not analysed yet
Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς τὸν Βαρλαάμ· Προσηκόντως καὶ αὕτη τὰ κατ’ ἐμὲ παρίστησιν ἡ διήγησις· ὅθεν σοι καὶ περὶ ἐμοῦ ταῦτα λελέχθαι δοκῶ. ἀλλὰ τίς ἡ πεῖρα δι’ ἧς γνῶναι ζητεῖς τὸ σταθερὸν τῆς ἐμῆς διανοίας; Καὶ ὁ γέρων ἔφη· Ἐγὼ μὲν καὶ πεπείρακα ἤδη καὶ ἔγνωκα ὁποίας ὑπάρχεις ἐχέφρονος καὶ σταθερᾶς διανοίας καὶ ψυχῆς τῷ ὄντι εὐθυτάτης. ἀλλὰ τὸ τέλος τῆς κατὰ σὲ πράξεως βεβαιώσει ταῦτα. τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν ἐν Τριάδι δοξαζόμενον Θεὸν ἡμῶν, τὸν πάντων δημιουργὸν ὁρατῶν τε καὶ ἀοράτων, τὸν ὄντως ὄντα καὶ ἀεὶ ὄντα, μήτε ἀρχὴν ἐσχηκότα πώποτε τῆς ἐνδόξου ὑπάρξεως αὐτοῦ, μήτ’ ἔχοντα τέλος, τὸν φοβερὸν καὶ παντοδύναμον, ἀγαθόν τε καὶ εὔσπλαγχνον, ἵνα φωτίσῃ τοὺς ὀφθαλμοὺς τῆς καρδίας σου, καὶ δῴη σοι πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ,