# Βαρλαάμ καί Ἰωάσαφ 17.147

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/17.147

συνέχεσθαί τε, καὶ συντηρεῖσθαι, καὶ ἀεὶ προνοεῖσθαι. πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἀλλήλαις συνεληλύθεισαν καὶ ἀδιάλυτοι μεμενήκεισαν, εἰ μή τις παντοδύναμος δύναμις ταῦτα συνεβίβασε καὶ ἀεὶ συνετήρει ἀδιάλυτα; Πῶς γὰρ ἔμεινεν ἄν τι, εἰ μὴ αὐτὸς ἠθέλησεν; ἢ τὸ μὴ κληθὲν ὑπ’ αὐτοῦ πῶς ἂν διετηρήθη; φησὶν ἡ Γραφή. Εἰ γὰρ πλοῖον ἀκυβέρνητον οὐ συνίσταται, ἀλλ’ εὐκόλως καταποντίζεται, καὶ οἰκία μικρὰ οὐκ ἂν στῇ χωρὶς τοῦ προνοοῦντος, πῶς ἂν ὁ κόσμος ἐπὶ τοσούτων χρόνων συνέστη, δημιούργημα οὕτω μὲν μέγα, οὕτω δὲ καλὸν καὶ θαυμαστόν, ἄνευ ἐνδόξου τινὸς καὶ μεγάλης καὶ θαυμαστῆς διακυβερνήσεως καὶ πανσόφου προνοίας; ἰδοὺ γὰρ ὁ οὐρανὸς πόσον ἔχει χρόνον, καὶ οὐκ ἠμαυρώθη· τῆς γῆς ἡ δύναμις οὐκ ἠτόνησε, τοσοῦτον τίκτουσα χρόνον· αἱ πηγαὶ οὐκ ἐπέλιπον ἀναβλύζειν ἐξ οὗ γεγόνασιν· ή θάλασσα, τοσούτους δεχομένη ποταμούς, οὐχ ὑπερέβη τὸ μέτρον· οἱ δρόμοι τοῦ ἡλίου καὶ τῆς σελήνης οὐκ ἠλλοίωνται· αἱ τάξεις τῆς ἡμέρας καὶ τῆς νυκτὸς οὐ μετετράπησαν. ἐκ τούτων πάντων ἡ ἄφατος τοῦ Θεοῦ δύναμις καὶ μεγαλοπρέπεια ἡμῖν ἐμφανίζεται,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
