# Βαρλαάμ καί Ἰωάσαφ 17.148

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/17.148

μαρτυρουμένη ὑπὸ προφητῶν καὶ ἀποστόλων· ἀλλ’ οὐδεὶς κατ’ ἀξίαν νοῆσαι ἢ εὐφημῆσαι τὴν δόξαν αὐτοῦ δυνήσεται. πάντα γὰρ τά τε νοητὰ καὶ ὅσα ὑπὸ τὴν αἴσθησιν ὁ θεῖος Ἀπόστολος, ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, κατανοήσας εἶπεν· Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. διὸ καί, ἐκπληττόμενος τὸν ὑπεράπειρον πλοῦτον τῆς σοφίας αὐτοῦ καὶ γνώσεως, διαρρήδην ἔφησεν· Ὦ βάθους πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Εἰ δὲ ἐκεῖνος, ὁ μέχρι τρίτου φθάσας οὐρανοῦ καὶ ἀρρήτων ἀκούσας ῥημάτων, τοιαύτας ἀφῆκε φωνάς, τίς τῶν κατ’ ἐμὲ ὅλως ἀντοφθαλμῆσαι ταῖς ἀβύσσοις τῶν τοσούτων ἰσχύσειε μυστηρίων, καὶ εἰπεῖν τι κατὰ γνώμην, ἢ ἐνθυμηθῆναι ἀξίως τῶν λεγομένων δυνήσεται, εἰ μή τι αὐτὸς ὁ τῆς σοφίας χορηγός, ὁ τῶν ἀσόφων διορθωτὴς παράσχοι. ἐν γὰρ τῇ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν, πᾶσά τε φρόνησις καὶ σύνεσις παρ’ αὐτῷ καὶ συνέσεως ἐπιστήμη· καὶ αὐτὸς ἡμῖν δέδωκε τὴν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχήν τε καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν διαλλαγὰς καὶ μεταβολὰς καιρῶν, καὶ ὅτι πάντα μέτρῳ καὶ σταθμῷ διέταξε.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
