# Βαρλαάμ καί Ἰωάσαφ 17.149

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/17.149

τὸ γὰρ μεγάλως ἰσχύειν αὐτῷ πάρεστι πάντοτε, καὶ κράτει βραχίονος αὐτοῦ τίς ἀντιστήσεται; ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον αὐτοῦ, καὶ ὡς ῥανὶς δρόσου ὀρθρινῆς κατελθοῦσα ἐπὶ γῆς· ἐλεεῖ δὲ πάντας, ὅτι πάντα δύναται, καὶ παρορᾷ ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν· οὐδὲν γὰρ βδελύσσεται, οὐδὲ ἀποστρέφεται τῶν προστρεχόντων αὐτῷ, ὁ μόνος ἀγαθὸς καὶ φιλόψυχος δεσπότης· εὐλογημένον εἴη τὸ ὄνομα τῆς δόξης αὐτοῦ τὸ ἅγιον καὶ ὑπερύμνητον καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας. Ἀμήν.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
