# Βαρλαάμ καί Ἰωάσαφ 18.153

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/18.153

καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. καὶ πάλιν· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; καὶ αὖθις· Ἐπιθυμῶ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. ὁ δὲ Προφήτης, Πότε ἥξω, φησί, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; ὅτι δὲ καὶ ἐμοὶ τῷ πάντων ἐλαχιστοτέρῳ οὐδόλως τὸν αἰσθητὸν θάνατον δεδοικέναι δοκεῖ, ἔξεστί σοι γνῶναι τῷ παρ’ οὐδὲν θέμενόν με τὴν τοῦ σοῦ πατρὸς ἀπειλὴν ἀδεῶς παραγενέσθαι πρὸς σὲ καὶ τὸν σωτήριόν σοι καταγγεῖλαι λόγον, ἀκριβῶς περ εἰδότα ὡς, εἰ ἔλθοι αὐτῷ εἰς γνῶσιν ταῦτα, μυρίοις με, εἰ δυνατόν, καθυποβαλεῖ θανάτοις. ἀλλ’ ἔγωγε, τὸν τοῦ Θεοῦ λόγον πάντων προκρίνων καὶ αὐτοῦ ποθῶν ἐπιτυχεῖν, οὔτε πτοοῦμαι τὸν πρόσκαιρον θάνατον, οὔτε τῆς τοιαύτης αὐτὸν προσηγορίας ἄξιον ὅλως ἀποκαλῶ, τῇ Δεσποτικῇ πειθόμενος ἐντολῇ, τῇ λεγούσῃ· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Ταῦτα μὲν οὖν, φησὶν ὁ Ἰωάσαφ, τῆς ἀληθινῆς ὑμῶν φιλοσοφίας τὰ κατορθώματα, ὑπεραναβεβηκότα λίαν τὴν τῶν γηΐνων φύσιν τῶν δυσαποσπάστως τῆς παρούσης ἐχόντων ζωῆς· καὶ μακάριοι ὑμεῖς τοιαύτης ἐχόμενοι ἀνδρειοτάτης γνώμης.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
