Ancient Greek
Chapter 18
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 18.154
Not analysed yet
τίς δέ σου καὶ τῶν σὺν σοὶ ἐν τῇ τοιαύτῃ ἐρήμῳ ἡ διατροφή, πόθεν δὲ τὰ ἐνδύματα καὶ ποταπά, γνώρισόν μοι φιλαλήθως. Ὁ δὲ Βαρλαὰμ φησίν. Ἡ μὲν διατροφὴ ἐκ τῶν εὑρισκομένων ἐστὶν ἀκροδρύων καὶ βοτανῶν ὧν ἡ ἔρημος τρέφει, δρόσῳ ποτιζομένη οὐρανίῳ καὶ τῇ προστάξει τοῦ Δημιουργοῦ εἴκουσα, ἐφ’ οἷς οὐδείς ἐστιν ὁ μαχόμενος ἡμῖν καὶ φιλονεικῶν καὶ τὸ πλέον ζητῶν ἁρπάζειν τῷ τῆς πλεονεξίας ὅρῳ τε καὶ λόγῳ· ἀλλ’ ἀφθόνως πᾶσι πρόκειται ἀνήροτος τροφὴ καὶ αὐτοσχέδιος τράπεζα. εἰ δέ ποτε καὶ τῶν πλησιαζόντων τις πιστῶν ἀδελφῶν ἄρτου ἐνέγκοι εὐλογίαν, ὡς παρὰ τῆς προνοίας πεμφθέντα δεχόμεθα τοῦτον ἐπ’ εὐλογίᾳ τῶν πιστῶς προσενεγκόντων. τὰ δὲ ἐνδύματα ἀπὸ ῥακίων εἰσὶ τριχίνων καὶ μηλωταρίων ἢ σεβεννίνων, πεπαλαιωμένα πάντα καὶ πολύρραφα, πάνυ κατατρύχοντα τὸ ἀσθενὲς τοῦτο σαρκίον. τὸ αὐτὸ γὰρ ἡμῖν ἐστι περιβόλαιον θέρους τε καὶ χειμῶνος,