# Βαρλαάμ καί Ἰωάσαφ 18.157

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/18.157

καί, παραλαβών με μετὰ σοῦ, ἄγωμεν ἐντεῦθεν, ἵνα τέλεον λελυτρωμένος τῆς τοῦ κόσμου ἀπάτης τὴν σφραγῖδα τηνικαῦτα δέξωμαι τοῦ σωτηρίου βαπτίσματος, καὶ κοινωνός σοι τῆς θαυμαστῆς ταύτης φιλοσοφίας καὶ ὑπερφυοῦς ἀσκήσεως γένωμαι. Εἶπε δὲ Βαρλαὰμ πρὸς αὐτόν· Νεβρὸν δορκάδος ἔτρεφέ τις τῶν πλουσίων. αὐξηθεῖσα δὲ αὕτη τὰς ἐρήμους ἐπόθει, τῇ φυσικῇ ἑλκομένη ἕξει. ἐξελθοῦσα τοίνυν ἐν μιᾷ, εὑρίσκει ἀγέλην δορκάδων βοσκομένων καὶ ἐχομένη τούτων περιῆγεν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, ὑποστρέφουσα μὲν τὸ πρὸς ἑσπέραν, ἅμα δὲ πρωΐ, τῇ τῶν ὑπουργούντων ἀμελείᾳ, ἐξερχομένη καὶ τοῖς ἀγρίοις συναγελάζουσα. ἐκείνων δὲ πορρωτέρω μεταθεμένων νέμεσθαι, συνηκολούθησε καὶ αὐτή. οἱ δὲ τοῦ πλουσίου ὑπηρέται, τοῦτο αἰσθόμενοι, ἐφ’ ἵππων ἀναβάντες, κατεδίωξαν ὀπίσω αὐτῶν, καὶ τὴν μὲν ἰδίαν δορκάδα ζωγρήσαντες, καὶ ἐπαναστρέψαντες οἴκαδε, ἀπρόϊτον τοῦ λοιποῦ ἔθεντο· τῆς δὲ λοιπῆς ἀγέλης τὰς μὲν ἀπέκτειναν, τὰς δὲ κακῶς διέθεντο. τὸν αὐτὸν δὴ τρόπον δέδοικα γενέσθαι καὶ ἐφ’ ἡμᾶς, εἰ συνακολουθήσεις μοι· μήποτε καὶ τῆς σῆς ἀποστερηθῶ συνοικήσεως, καὶ κακῶν πολλῶν τοῖς ἑταίροις μου γένωμαι πρόξενος κρίματός τε αἰωνίου τῷ σῷ γεννήτορι. ἀλλὰ τοῦτό σε βούλεται ὁ Κύριος, νῦν μὲν σημειωθῆναι τῇ σφραγῖδι τοῦ θείου βαπτίσματος, καὶ μένειν ἐπὶ χώρας, πάσης ἀντεχόμενον εὐσεβείας καὶ τῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ ἐργασίας.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
