Ancient Greek
Chapter 18
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 18.158
Not analysed yet
ἐπὰν δὲ δῴη καιρὸν ὁ πάντων δοτὴρ τῶν καλῶν, τηνικαῦτα καὶ ἐλεύσῃ πρὸς ἡμᾶς, καὶ τὸ ὑπόλοιπον τῆς παρούσης ζωῆς ἀλλήλοις συνοικήσαιμεν. πέποιθα δὲ τῷ Κυρίῳ καὶ ἐν τῇ μελλούσῃ διαγωγῇ ἀδιαστάτους ἡμᾶς εἶναι. Αὖθις δὲ ὁ Ἰωάσαφ δακρύων φησὶ πρὸς αὐτόν· Εἰ τῷ Κυρίῳ ταῦτα δοκεῖ, τὸ θέλημα αὐτοῦ γενέσθω. τελειώσας οὖν με λοιπὸν τῷ θείῳ βαπτίσματι, καὶ λαβὼν παρ’ ἐμοῦ χρήματα καὶ ἱμάτια εἰς διατροφὴν καὶ ἀμφίασιν σοῦ τε καὶ τῶν ἑταίρων σου, ἄπελθε εἰς τὸν τόπον τῆς ἀσκήσεώς σου, τῇ τοῦ Θεοῦ εἰρήνῃ φρουρούμενος. κἀμοῦ μὴ διαλίπῃς ὑπερευχόμενος, ἵνα μὴ ἐκπέσοιμι τῆς ἐλπίδος μου, ἀλλὰ θᾶττον ἰσχύσω καταλαβεῖν σε καὶ ἐν ἡσυχίᾳ βαθ̣̔?ʼᾳ τῆς παρὰ σοῦ ἀπολαύειν ὠφελείας. Ὁ δὲ Βαρλαὰμ ἔφη· Τὴν μὲν τοῦ Χριστοῦ σε λαβεῖν σφραγῖδα τὸ κωλῦον οὐδέν. εὐτρέπισον λοιπὸν σεαυτόν· καί, τοῦ Κυρίου συνεργοῦντος, τελειωθήσῃ. περὶ ὦν δὲ εἶπας χρημάτων τοῖς ἑταίροις μου παρασχεῖν, πῶς ἔσται τοῦτο, σὲ τὸν πένητα τοῖς πλουσίοις ἐλεημοσύνην διδόναι; οἱ πλούσιοι γὰρ ἀεὶ τοὺς πένητας εὐεργετοῦσιν, οὐ μὴν δὲ οἱ ἄποροι τοὺς εὐπόρους. ὁ γὰρ ἔσχατος πάντων τῶν ἑταίρων μου πλουσιώτερός σου ἀσυγκρίτως καθέστηκεν. ἀλλὰ πέποιθα εἰς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καί σε ὅσον οὕπω ὑπερπλουτῆσαι· καὶ οὐκ εὐμετάδοτος τηνικαῦτα ἔσῃ. Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Σαφήνισόν μοι τὸν λόγον, πῶς ὁ πάντων ἔσχατος τῶν σῶν ἑταίρων ὑπέρκειταί μου τῷ πλούτῳ, οὕσπερ πολλῇ συζῆν ἀκτημοσύνῃ καὶ ἐσχάτῃ ταλαιπωρεῖσθαι