Ancient Greek · ~5 min
Chapter 18
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 18.160
Not analysed yet
ὡς φεύγει τις ἀπὸ ὄφεως. εἰ δέ, ὃν ἀπέκτειναν ἐχθρὸν καὶ τοῖς ποσὶ συνεπάτησαν οἱ συνασκηταί μου καὶ συστρατιῶται, τοῦτον αὖθις ζῶντα παρὰ σοῦ λαβὼν αὐτοῖς ἀπενέγκω, καὶ πρόξενος πολέμων καὶ παθῶν γένωμαι, ἔσομαι αὐτοῖς πάντως ἄγγελος πονηρός· ὅπερ μὴ γένοιτό μοι ποιῆσαι. Τὰ αὐτὰ δέ μοι νόει καὶ περὶ ἐνδυμάτων. τοῖς γὰρ ἀπεκδυσαμένοις τὴν τῆς παλαιότητος καταφθορὰν καὶ τὸ τῆς παρακοῆς ἔνδυμα, ὅσον τὸ ἐπ’ αὐτοῖς, ἀποθεμένοις, τὸν Χριστὸν δὲ ὡς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἐνδεδυμένοις, πῶς αὐτοὺς πάλιν τοὺς δερματίνους ἀμφιάσαιμι χιτῶνας καὶ τὸ τῆς αἰσχύνης περιθήσομαι περιβόλαιον; ἀλλὰ τοὺς μὲν ἐμοὺς ἑταίρους μηδενὸς τῶν τοιούτων ἐπιδεομένους γινώσκων, τῇ τῆς ἐρήμου δὲ ἀρκουμένους ἀσκήσει καὶ τρυφὴν ταύτην λογιζομένους ἀληθεστάτην, τὰ χρήματα καὶ ἱμάτια, ἅπερ τούτοις ἔλεγες παρασχεῖν, τοῖς πένησι διανείμας, θησαυρὸν ἑαυτῷ εἰς τὸ μέλλον ἄσυλον θησαύρισον, τὸν Θεὸν ἑαυτῷ ταῖς ἐκείνων εὐχαῖς ἐπίκουρον θέμενος· οὕτω γὰρ μᾶλλον συνεργῷ τῷ πλούτῳ πρὸς τὰ καλὰ χρήσαιο. εἶτα καὶ τὴν πανοπλίαν τοῦ πνεύματος περιβαλλόμενος, καὶ τὴν μὲν ὀσφὺν ἐν ἀληθείᾳ περιζωσάμενος, ἐνδυσάμενος δὲ καὶ τὸν τῆς δικαιοσύνης θώρακα, περιθέμενός τε καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης ὑποδησάμενος, μετὰ χεῖράς τε τὸν τῆς πίστεως ἀναλαβὼν θυρεόν, καὶ τὴν τοῦ πνεύματος μάχαιραν,