Ancient Greek
Chapter 19
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 19.165
Not analysed yet
κληρονομήσουσι ζωὴν αἰώνιον, οἱ δ’ ἐν ἁμαρτίαις καταφθαρέντες καὶ τῆς ὀρθῆς ἐκκλίναντες πίστεως εἰς κόλασιν αἰώνιον ἀπελεύσονται. πίστευε μὴ οὐσίαν τινὰ εἶναι τοῦ κακοῦ ἢ βασιλείαν, μηδὲ ἄναρχον αὐτὴν ὑπολάμβανε ἢ παρ’ ἑαυτῆς ὑποστᾶσαν, ἢ παρὰ τοῦ Θεοῦ γενομένην· ἄπαγε τῆς ἀτοπίας· ἀλλ’ ἡμέτερον ἔργον τοῦτο καὶ τοῦ διαβόλου, ἐκ τῆς ἡμετέρας ἀπροσεξίας ἐπεισελθὸν ἡμῖν διὰ τὸ αὐτεξουσίους ἡμᾶς γεγενῆσθαι, καὶ αὐτοπροαιρέτῳ βουλήσει τοῦτο ἐκλέγεσθαι, εἴτε ἀγαθόν, εἴτε καὶ φαῦλον. πρὸς τούτοις ὁμολόγει ἓν βάπτισμα ἐξ ὕδατος καὶ Πνεύματος εἰς ἄφεσιν ἁμαρτιῶν. Δέχου καὶ τὴν μετάληψιν τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, πιστεύων ἐν ἀληθείᾳ σῶμα καὶ αἷμα ὑπάρχειν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἃ δέδωκε τοῖς πιστοῖς εἰς ἄφεσιν ἁμαρτιῶν. ἐν τῇ νυκτὶ γὰρ ᾗ παρεδίδοτο, διαθήκην καινὴν διέθετο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, καὶ δι’ αὐτῶν πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν, εἰπών· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. ὁμοίως δὲ καὶ τὸ ποτήριον λαβὼν δέδωκεν αὐτοῖς, λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·