Ancient Greek
Chapter 19
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 19.169
Not analysed yet
ἀποθέμενος οὖν λοιπὸν πᾶσαν κακίαν, καὶ πάντα τὰ ἔργα τοῦ παλαιοῦ ἀνθρώπου μισήσας τὰ φθειρόμενα κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ὡς ἀρτιγέννητον βρέφος τὸ λογικὸν καὶ ἄδολον γάλα τῶν ἀρετῶν ἐπιπόθησον πιεῖν, ἵνα ἐν αὐτῷ αὐξηθῇς, καὶ φθάσῃς εἰς τὴν ἐπίγνωσιν τῶν ἐντολῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, μηκέτι νήπιος ὢν ταῖς φρεσί, κλυδωνιζόμενος καὶ περιφερόμενος τῇ ζάλῃ καὶ τρικυμίᾳ τῶν παθῶν, ἀλλὰ τῇ μὲν κακίᾳ νηπιάζων, πρὸς δὲ τὸ ἀγαθὸν στερέμνιον καὶ πεπαγιωμένον ἔχων τὸν νοῦν, καὶ ἀξίως περιπατῶν τῆς κλήσεως ἧς ἐκλήθης ἐν φυλακῇ τῶν ἐντολῶν τοῦ Κυρίου, ἀποσεισάμενος ἑαυτοῦ καὶ ἀλλοτριώσας τὴν ματαιότητα τῆς προτέρας τέρας ἀναστροφῆς, καθὼς τὰ ἔθνη περιπατεῖ ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ καὶ ἀπηλλοτριωμένοι τῆς δόξης τοῦ Θεοῦ, ὑποτεταγμένοι ταῖς ἐπιθυμίαις αὐτῶν καὶ ἀλόγοις ὁρμαῖς. σὺ δέ, ὥσπερ προσῆλθες Θεῷ