# Βαρλαάμ καί Ἰωάσαφ 19.170

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/19.170

ζῶντι καὶ ἀληθινῷ, οὕτω δὴ καὶ ὡς υἱὸς φωτὸς περιπάτησον. ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθοσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ, καὶ τὸν ἐνδυθέντα σοι σήμερον νέον ἄνθρωπον μηκέτι τῇ προτέρᾳ καταφθείρῃς παλαιότητι· ἀλλ’ ἀνακαινίζου καθ’ ἑκάστην ἐν δικαιοσύνῃ, καὶ ὁσιότητι, καὶ ἀληθείᾳ· δυνατὸν γὰρ τοῦτο παντὶ τῷ βουλομένῳ, καθάπερ ἀκούεις ὅτι ἐξουσίαν δέδωκε τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, ὥστε οὐκέτι δυνάμεθα λέγειν ὅτι ἀδύνατος ἡμῖν ἡ κτῆσις τῶν ἀρετῶν· εὔκολος γὰρ ἡ ὁδὸς καὶ ῥᾳδία. εἰ γὰρ καὶ στενή πως καὶ τεθλιμμένη κέκληται διὰ τὸν ὑπωπιασμὸν τοῦ σώματος, ἀλλ’ ὅμως ποθεινή ἐστι καὶ θεία διὰ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν τοῖς μὴ ἀσόφως περιπατοῦσιν, ἀλλ’ ἀκριβῶς συνιοῦσι τί τὸ θέλημα τοῦ Θεοῦ, καὶ τὴν πανοπλίαν αὐτοῦ ἀμπεχομένοις εἰς παράταξιν τῶν μεθοδειῶν τοῦ ἀντικειμένου, καὶ ἐν προσευχῇ καὶ δεήσει εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦσιν ἐν πάσῃ ὑπομονῇ καὶ ἐλπίδι. σὺ οὖν, καθὼς ἤκουσας παρ’ ἐμοῦ καὶ ἐδιδάχθης, καὶ βεβαίαν κατεβάλου κρηπῖδα, ἐν αὐτῇ περισσεύου, αὐξανόμενος καὶ προκόπτων, καὶ τὴν καλὴν στρατευόμενος στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν δι’ ἔργων ἀγαθῶν μαρτυρουμένην,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
