# Βαρλαάμ καί Ἰωάσαφ 19.171

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/19.171

καὶ διώκων δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραότητα, ἐπιλαβόμενος τῆς αἰωνίου ζωῆς εἰς ἣν ἐκλήθης. πᾶσαν δὲ ἡδονὴν καὶ ἐπιθυμίαν τῶν παθῶν μὴ μόνον τῇ κατὰ πρᾶξιν ἐνεργείᾳ μακρύνῃς ἀπὸ σοῦ, ἀλλὰ καὶ ταῖς κατ’ ἔννοιαν ἐνθυμήσεσιν, ὡς ἂν ἀμόλυντόν σου τὴν ψυχὴν τῷ Θεῷ ὑποδείξῃς. οὐ μόνον γὰρ αἱ πράξεις, ἀλλὰ καὶ αἱ ἐνθυμήσεις ἡμῶν, ἀνάγραπτοι οὖσαι, στεφάνων ἢ τιμωριῶν πρόξενοι γίνονται· ταῖς καθαραῖς δὲ καρδίαις ἐνοικεῖν τὸν Χριστὸν ἅμα Πατρὶ καὶ Ἁγίῳ Πνεύματι ἐπιστάμεθα. ὡς δ’ αὖ πάλιν καπνὸς μελίσσας, οὕτω τοὺς πονηροὺς λογισμοὺς ἐκδιώκειν ἡμῶν τὴν τοῦ θείου Πνεύματος χάριν μεμαθήκαμεν. διὸ ἐπιμελῶς πρὸς τοῦτο ἔχων πάντα διαλογισμὸν ἐμπαθείας ἀπαλείψας τῆς ψυχῆς, τὰς ἀρίστας ἐμφύτευσον ἐννοίας, ναὸν σεαυτὸν ποιῶν τοῦ Ἁγίου Πνεύματος. ἐκ τῶν διαλογισμῶν γὰρ καὶ πρὸς τὰς κατ’ ἐνέργειαν πράξεις ἐρχόμεθα· καὶ πᾶν ἔργον, ἀπὸ ἐννοίας καὶ ἐνθυμήσεως προκόπτον, μικρᾶς ἐπιλαμβάνεται ἀρχῆς, εἶτα ταῖς κατὰ μικρὸν αὐξήσεσιν εἰς μεγάλα καταλήγει. Διὰ τοῦτο μηδὲ ὅλως σου κυριεῦσαι συνήθειαν ἐάσῃς κακήν, ἀλλὰ νεαρᾶς ἔτι οὔσης, ἔξελέ σου τῆς καρδίας τὴν πονηρὰν ῥίζαν, ἵνα μή, ἐμφυεῖσα καὶ ἐν τῷ βάθει τὰς ῥίζας ἐμπήξασα, χρόνου καὶ κόπου δεηθῇ τοῦ ἐκριζωθῆναι. διὰ τοῦτο γὰρ ἀεὶ τὰ μείζονα τῶν ἁμαρτημάτων ἐπεισέρχεται ἡμῖν καὶ καταδυναστεύει τῶν ἡμετέρων ψυχῶν, ὅτι τὰ ἐλάττονα δοκοῦντα εἶναι,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
