# Βαρλαάμ καί Ἰωάσαφ 19.172

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/19.172

οἷον ἐνθυμήσεις πονηραί, λόγοι ἀπρεπεῖς, ὁμιλίαι κακαί, τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως. ὥσπερ γὰρ ἐν τοῖς σώμασιν οἱ μικρῶν καταφρονήσαντες τραυμάτων σηπεδόνας πολλάκις καὶ θάνατον ἑαυτοῖς προεξένησαν, οὕτω καὶ τῶν ψυχῶν, οἱ τῶν μικρῶν ὑπερορῶντες παθῶν καὶ ἁμαρτημάτων, τὰ μείζονα ἐπεισάγουσι· καθ’ ὅσον δὲ τὰ μείζονα ἐπεισέρχεται αὐτοῖς, ἐν ἕξει γινομένη ἡ ψυχὴ καταφρονεῖ. Ἀσεβὴς γάρ, φησίν, ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ, καὶ λοιπὸν ὥσπερ ὗς ἐγκυλινδούμενος βορβόρῳ ἥδεται, οὕτω καὶ ἡ ψυχὴ ἐκείνη, ταῖς κακαῖς συνηθείαις καταχωσθεῖσα, οὐδὲ αἴσθησιν λαμβάνει τῆς τῶν ἁμαρτημάτων δυσωδίας, ἀλλὰ τέρπεται μᾶλλον αὐταῖς καὶ ἐνηδύνεται, ὡς ἀγαθοῦ τινος τῆς κακίας ἀντεχομένη· κἂν ὀψὲ δή ποτε ἀνανεύουσα εἰς αἴσθησιν ἔλθῃ, κόπῳ πολλῷ καὶ ἱδρῶτι ἐλευθεροῦται, οἷς ἐθελοντὶ κατεδούλευσεν ἑαυτὴν τῇ πονηρᾷ συνηθείᾳ. Διὰ τοῦτο πάσῃ δυνάμει μάκρυνον ἑαυτὸν ἀπὸ πάσης ἐννοίας καὶ ἐνθυμήσεως πονηρᾶς καὶ πάσης ἐμπαθοῦς συνηθείας· μᾶλλον δὲ ταῖς ἀρεταῖς ἔθιζε ἑαυτὸν καὶ ἐν ἕξει τῆς τούτων γενοῦ ἐργασίας. εἰ γὰρ μικρὸν κοπιάσεις ἐν αὐτοῖς καὶ ἐν ἕξει γενέσθαι ἰσχύσεις, ἀκόπως λοιπὸν τῇ τοῦ Θεοῦ συνεργείᾳ προκόψεις. ἡ γὰρ ἕξις τῆς ἀρετῆς τῇ ψυχῇ ποιωθεῖσα, ὡς ἅτε φυσικὴν συγγένειαν πρὸς αὐτὴν ἔχουσα καὶ τὸν Θεὸν συνεργὸν κεκτημένη,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
