Ancient Greek · ~4 min
Chapter 2
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 2.12
Not analysed yet
κἀγὼ δέ ποτε τούτων ἀντειχόμην· ἀλλ’ ἡ τοῦ ῥήματος δύναμις, νύττουσά μου τὴν ψυχὴν ἀδιαλείπτως, ἐξήγειρε τὸν ἡγεμόνα νοῦν εἰς ἐκλογὴν τοῦ κρείττονος· ὁ δὲ νόμος τῆς ἁμαρτίας, ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοός μου, καὶ ὥς τισι σιδηροπέδαις δεσμῶν με, τῇ προσπαθείᾳ τῶν παρόντων αἰχμάλωτον κατεῖχεν. Ὅτε δὲ εὐδόκησεν ἡ χρηστότης καὶ ἀγαθοσύνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐξελέσθαι με τῆς χαλεπῆς ἐκείνης αἰχμαλωσίας, ἐνίσχυσέ μου τὸν νοῦν περιγενέσθαι τοῦ νόμου τῆς ἁμαρτίας, καὶ διήνοιξέ μου τοὺς ὀφθαλμοὺς διακρίνειν τὸ φαῦλον ἀπὸ τοῦ κρείττονος. τότε δή, τότε κατενόησα καὶ εἶδον, καὶ ἰδοὺ πάντα τὰ παρόντα ματαιότης καὶ προαίρεσις πνεύματος, καθά που καὶ Σολομῶν ὁ σοφώτατος ἐν τοῖς αὐτοῦ ἔφη συγγράμμασι· τότε περιῃρέθη τῆς καρδίας μου τὸ κάλυμμα τῆς ἁμαρτίας, καὶ ἡ ἐκ σωματικῆς παχύτητος ἐπικειμένη τῇ ψυχῇ μου ἀμαύρωσις διεσκεδάσθη, καὶ ἔγνων εἰς ὃ γέγονα καὶ ὅτι δεῖ με πρὸς τὸν δημιουργὸν ἀναβῆναι, διὰ τῆς τῶν ἐντολῶν ἐργασίας.