Ancient Greek · ~5 min
Chapter 2
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 2.17
Not analysed yet
Θεόν· ἐν οἷς οὐκ ἔστιν ἔρις ἢ φθόνος, λύπαι τε καὶ μέριμναι, ἀλλὰ πάντες τὸν ἴσον τρέχουσι δρόμον, ἵνα καταλάβωσι τὰς αἰωνίας μονάς, ἃς ἡτοίμασεν ὁ Πατὴρ τῶν φώτων τοῖς ἀγαπῶσιν αὐτόν. τούτους ἐγὼ γεννήτορας, τούτους ἀδελφούς, τούτους φίλους καὶ γνωστοὺς ἐκτησάμην· τῶν δέ ποτέ μου φίλων καὶ ἀδελφῶν Ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ προσδεχόμενος τὸν Θεόν, τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. Τούτων εὐκαίρως οὕτω καὶ ἡδέως τῷ τοῦ Θεοῦ ἀνθρώπῳ ὑπαγορευθέντων, ὁ βασιλεὺς ἐκινεῖτο μὲν ὑπὸ τοῦ θυμοῦ, καὶ πικρῶς αἰκίζειν τὸν ἅγιον ἠβούλετο, ὤκνει δὲ πάλιν καὶ ἀνεβάλλετο, τὸ αἰδέσιμον αὐτοῦ καὶ περιφανὲς εὐλαβούμενος. ὑπολαβὼν δὲ ἔφη πρὸς αὐτόν. Πανταχόθεν, ἄθλιε, τὴν σεαυτοῦ ἐκμελετήσας ἀπώλειαν, πρὸς ταύτην, ὡς ἔοικεν, ὑπὸ τῆς τύχης συνελαυνόμενος, ἠκόνησας τὸν νοῦν ἅμα καὶ τὴν γλῶτταν· ὅθεν ἀσαφῆ τινα καὶ ματαίαν βαττολογίαν διεξῆλθες. καὶ εἰ μὴ κατ’ ἀρχὰς τοῦ λόγου ἐπηγγειλάμην σοι ἐκ μέσου τοῦ συνεδρίου τὸν θυμὸν ποιήσασθαι, νῦν ἂν πυρί σου τὰς σάρκας παρέδωκα. ἐπεὶ δὲ προλαβὼν τοιούτοις με κατησφαλίσω τοῖς ῥήμασιν, ἀνέχομαί σου τοῦ θράσους, τῆς προτέρας μου ἕνεκεν πρός σε φιλίας. ἀναστὰς οὖν, λοιπὸν φεῦγε ἐξ ὀφθαλμῶν μου, μηκέτι σε ὄψομαι καὶ κακῶς ἀπολέσω.