# Βαρλαάμ καί Ἰωάσαφ 20.174

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/20.174

αὐτῆς ἔχουσι, καθὰ δὴ προλαβὼν εἶπον. Σὺ δὲ λοιπὸν ἐλευθερωθεὶς ταύτης διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, καὶ τὸν Χριστὸν ἐνδεδυμένος τῇ τοῦ θείου Πνεύματος χάριτι, ὅλον σεαυτὸν μετάθες ἐπὶ τὸν Κύριον, καὶ μηδόλως ἔτι τοῖς πάθεσι θύραν ἀνοίξῃς· ἀλλὰ τῇ εὐωδίᾳ καὶ λαμπρότητι τῶν ἀρετῶν κοσμήσας σου τὴν ψυχήν, ναὸν αὐτὴν ποίησον τῆς ἁγίας Τριάδος, τῇ ταύτης θεωρίᾳ πάσας σου τὰς τοῦ νοὸς δυνάμεις ἀπασχολήσας. εἰ γὰρ βασιλεῖ τις ἐπιγείῳ συνδιάγων καὶ διαλεγόμενος μακαριστὸς πᾶσι δείκνυται, ὁ Θεῷ διαλέγεσθαι καὶ συνεῖναι τῷ νοῒ καταξιωθείς πόσης ἀπολαύσεται μακαριότητος; αὐτὸν οὖν ἐνοπτρίζου πάντοτε, καὶ αὐτῷ προσομίλει. πῶς δὲ προσομιλήσεις Θεῷ; τῇ διὰ προσευχῆς καὶ δεήσεως πρὸς αὐτὸν ἐγγύτητι. ὁ γὰρ πόθῳ θερμοτάτῳ καὶ καρδίᾳ κεκαθαρμένῃ προσευχόμενος, πάντων μὲν τῶν ὑλικῶν καὶ χαμαιζήλων μακρύνας τὸν νοῦν, ὡς ἐνώπιος δὲ ἐνωπίῳ παριστάμενος τῷ Θεῷ, φόβῳ τε καὶ τρόμῳ τὰς δεήσεις αὐτῷ προσάγων,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
