# Βαρλαάμ καί Ἰωάσαφ 20.175

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/20.175

ὁ τοιοῦτος ὁμιλεῖ αὐτῷ καὶ πρόσωπον πρὸς πρόσωπον αὐτῷ διαλέγεται. Πάρεστι γὰρ πανταχοῦ ὁ ἀγαθὸς ἡμῶν Δεσπότης ἐπακούων τῶν εἰλικρινῶς καὶ καθαρῶς προσερχομένων αὐτῷ, καθάπερ φησὶν ὁ Προφήτης· Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. καὶ διὰ τοῦτο οἱ Πατέρες τὴν προσευχὴν ἕνωσιν ἀνθρώπου πρὸς Θεὸν ὁρίζονται, καὶ ἔργον ἀγγέλων ταύτην καλοῦσι, καὶ τῆς μελλούσης εὐφροσύνης προοίμιον. ἐπεὶ γὰρ βασιλείαν οὐρανῶν τὴν ἐγγύτητα καὶ θεωρίαν τῆς Ἁγίας Τριάδος πλέον πάντων τίθενται, πρὸς τοῦτο δὲ καὶ ἡ τῆς εὐχῆς προσεδρεία τὸν νοῦν χειραγωγεῖ, εἰκότως προοίμιον καὶ οἱονεὶ προεικόνισμα ἐκείνης τῆς μακαριότητος κέκληται αὕτη. οὐ πᾶσα δὲ εὐχὴ οὑτωσὶ καθέστηκεν, ἀλλ’ ἡ τῆς προσηγορίας ταύτης ὄντως ἀξία, ἡ Θεὸν ἔχουσα διδάσκαλον, τὸν διδόντα εὐχὴν τῷ εὐχομένῳ, ἡ πάντων τῶν ἐπὶ γῆς ὑπεραρθεῖσα καὶ τῷ Δεσπότῃ Θεῷ ἀμέσως ἐντυγχάνουσα. Ταύτην σεαυτῷ περιποιοῦ, καὶ εἰς ταύτην ἀγωνίζου τὴν προκοπήν· ἱκανὴ γὰρ ὑπάρχει ἐκ γῆς εἰς οὐρανοὺς ἀνυψῶσαί σε. οὐκ ἀπαρασκεύως δὲ καὶ ὡς ἔτυχε προκόψεις ἐν ταύτῃ· ἀλλά, πάντων τῶν παθῶν τὴν ψυχὴν προκαθάρας, καὶ πάσης πονηρᾶς ἐνθυμήσεως ταύτην ἀποσμήξας ὡς καθαρὸν καὶ νεόσμηκτον ἔσοπτρον,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
