Ancient Greek · ~4 min
Chapter 21
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 21.183
Not analysed yet
καὶ ἤλπιζον ἅμα τῷ ἀκοῦσαί σε πόθῳ ἀσχέτῳ τούτῳ ἀκολουθῆσαι. ἀλλ’ ἐψεύσθην, καθὼς ὁρῶ, τῆς ἐλπίδος, χλιαρῶς σε βλέπων πρὸς τὰ λαληθέντα διακείμενον. τῷ δὲ βασιλεῖ καὶ πατρί μου εἰ ταῦτα δηλώσεις, οὐδὲν ἕτερον ποιήσεις ἢ μερίμναις αὐτοῦ καὶ λύπαις τὴν ψυχὴν ἀηδίσεις. ἀλλ’, εἴπερ αὐτῷ εὐγνωμονεῖς, μηδόλως ἄχρι καιροῦ τοῦ προσήκοντος ἀναγγείλῃς τι περὶ τούτων. ταῦτα μὲν πρὸς αὐτὸν λαλήσας, ἐφ’ ὑδάτων ἐδόκει σπείρειν· εἰς ψυχὴν γὰρ ἀσύνετον οὐκ εἰσελεύσεται σοφία. Τῇ ἐπαύριον δὲ ὁ Βαρλαὰμ ἐλθὼν τὰ τῆς ἀποδημίας ὡμίλει· ὁ δέ, τὸν τούτου μὴ φέρων χωρισμόν, τὴν ψυχὴν ἠνιᾶτο καὶ δακρύων τοὺς ὀφθαλμοὺς ἐπεπλήρωτο. πολλὰ δὲ ὁ γέρων αὐτῷ διαλεχθείς, καὶ ἀκλόνητον διαμένειν ἐν τῷ ἀγαθῷ μαρτυράμενος, λόγοις τε παρακλητικοῖς στηρίξας αὐτοῦ τὴν καρδίαν, ἱλαρῶς αὐτὸν ἐξαποστεῖλαι ἠξίου· ἅμα δὲ καὶ προέλεγεν οὐκ εἰς μακρὸν αὐτοὺς ἑνοῦσθαι ἑνώσει ἀδιαιρέτῳ. ὁ δὲ τοῦ βασιλέως υἱός, μὴ δυνάμενος ἐπὶ πλεῖον κόπους τῷ γέροντι παρέχειν καὶ τῆς ποθουμένης αὐτὸν κωλύειν ὁδοῦ,