Ancient Greek
Chapter 21
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 21.188
Not analysed yet
καὶ τὴν ὁρατὴν ταύτην καὶ ἀόρατον κτίσιν ἐκ τοῦ μὴ ὄντος παραγαγών, ὁ τὸ σὸν ἐπιστρέψας πλάσμα καὶ μὴ ἐάσας ἡμᾶς ὀπίσω τῆς ἀφροσύνης ἡμῶν πορεύεσθαι, εὐχαριστοῦμέν σοι, καὶ τῇ σῇ σοφίᾳ καὶ δυνάμει τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησας, πεσόντας τε ἡμᾶς ἀνέστησας, καὶ πεπλημμεληκόσι τὰς ἁμαρτίας ἀφῆκας, πλανηθέντας ἐπανήγαγες, αἰχμαλωτισθέντας ἐλυτρώσω, τεθνηκότας ἐζωποίησας τῷ τιμίῳ τοῦ Υἱοῦ σου καὶ δεσποτικῷ αἵματι. σὲ οὖν ἐπικαλοῦμαι, καὶ τὸν μονογενῆ σου Υἱόν, καὶ τὸ πανάγιόν σου Πνεῦμα· ἔπιδε ἐπὶ τὸ λογικόν σου πρόβατον τοῦτο, τὸ προσελθὸν δι’ ἐμοῦ τοῦ ἀναξίου εἰς θυσίαν σοι, καὶ ἁγίασον αὐτοῦ τὴν ψυχὴν τῇ σῇ δυνάμει καὶ χάριτι· ἐπίσκεψαι τὴν ἄμπελον ταύτην τὴν φυτευθεῖσαν διὰ τοῦ Ἁγίου σου Πνεύματος, καὶ δὸς αὐτὴν καρποφορῆσαι καρπὸν δικαιοσύνης· ἐνίσχυσον αὐτόν, βεβαιῶν ἐν αὐτῷ τὴν διαθήκην σου, καὶ ἐξελοῦ τῆς ἀπάτης τοῦ διαβόλου. τῇ σοφίᾳ τοῦ ἀγαθοῦ σου Πνεύματος δίδαξον αὐτὸν ποιεῖν τὸ θέλημά σου, καὶ τὴν βοήθειάν σου μὴ ἀφέλῃς ἀπ’ αὐτοῦ, ἀξιῶν σὺν ἐμοὶ τῷ ἀχρείῳ σου οἰκέτῃ τῶν ἀτελευτήτων σου ἀγαθῶν κληρονόμον γενέσθαι, ὅτι εὐλογητὸς εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. ἀμήν. Τελέσας δὲ τὴν εὐχὴν καὶ ἐπιστραφείς, κατησπάσατο τὸ τέκνον ἤδη τοῦ ἐπουρανίου Πατρός.