Ancient Greek
Chapter 22
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 22.189
Not analysed yet
Ὁ Ἰωάσαφ δέ, μετὰ τὸ ἐξελθεῖν τὸν Βαρλαάμ, εὐχῇ ἑαυτὸν ἐδίδου καὶ δάκρυσι θερμοτάτοις, καὶ ἔλεγεν· Ὦ Θεός, εἰς τὴν βοήθειαν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον, ὅτι σοι ἐγκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ἦσθα βοηθός· ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, σῶσόν με καὶ ἐνίσχυσόν με τὸν ἀνάξιον τοῦ πορευθῆναι τὴν ὁδὸν τῶν ἁγίων σου ἐντολῶν, ὅτι ἐγὼ μὲν ἀσθενὴς καὶ ταλαίπωρος καὶ ποιῆσαι τὸ ἀγαθὸν οὐχ ἱκανός· σὺ δὲ σώζειν με δυνατός, ὁ πάντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα συγκρατῶν καὶ συνέχων. μὴ ἐάσῃς με ὀπίσω τῶν θελημάτων τῆς σαρκὸς τῶν πονηρῶν πορεύεσθαι· ἀλλὰ τὸ σὸν δίδαξον ποιεῖν θέλημα, καὶ συντήρησόν με εἰς τὴν αἰώνιόν σου καὶ μακαρίαν ζωήν. ὦ Πάτερ, καὶ Υἱέ, καὶ θεῖον Πνεῦμα, ἡ ὁμοούσιος καὶ ἀδιαίρετος Θεότης, σὲ ἐπικαλοῦμαι καὶ σὲ δοξάζω· σὲ γὰρ ὑμνεῖ πᾶσα κτίσις, καὶ σὲ δοξολογοῦσιν αἱ νοεραὶ τῶν ἀσωμάτων δυνάμεις εἰς τοὺς αἰῶνας. ἀμήν. Ἔκτοτε οὖν πάσῃ φυλακῇ ἐτήρει ἑαυτόν, καθαρότητα ψυχῆς τε καὶ σώματος ἑαυτῷ περιποιούμενος, ἐγκρατείᾳ τε συζῶν καὶ προσευχαῖς ὁλονύκτοις καὶ δεήσεσιν.