# Βαρλαάμ καί Ἰωάσαφ 22.190

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/22.190

ἡμέρας μὲν γὰρ πολλάκις περικοπτόμενος τῇ τε τῶν συνόντων αὐτῷ συναυλίᾳ, ἔσθ’ ὅτε καὶ τῇ τοῦ βασιλέως πρὸς αὐτὸν ἐπιδημίᾳ ἢ τῇ αὐτοῦ εἰς ἐκεῖνον μετακλήσει, ἡ νὺξ αὐτῷ τὰ τῆς ἡμέρας ἀνεπλήρου ὑστερήματα, ἐν εὐχαῖς καὶ δάκρυσι μέχρι διαφαύματος ἱσταμένου αὐτοῦ καὶ τὸν Θεὸν ἐπικαλουμένου· ὅθεν τὸ προφητικὸν ἐκεῖνο ῥῆμα ἐπ’ αὐτὸν ἐπληροῦτο· Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον. Ὁ δὲ Ζαρδὰν ἐκεῖνος, τὴν τοιαύτην αὐτοῦ αἰσθόμενος διαγωγὴν καὶ λύπης πληρούμενος, μερίμναις τε δειναῖς τὴν ψυχὴν βαλλόμενος, οὐκ εἶχεν ὅ τι καὶ δράσειε· τέλος, τῇ ἀνίᾳ καταπονηθείς, εἰς τὸν ἑαυτοῦ ἀπεδήμησεν οἶκον, ἀρρωστεῖν προσποιούμενος. ὡς δὲ εἰς γνῶσιν τῷ βασιλεῖ τοῦτο ἐληλύθει, ἄλλον μὲν ἀντ’ αὐτοῦ τῶν πιστοτάτων καθυπηρετεῖν τῷ υἱῷ ἐξαπέστειλεν· αὐτὸς δέ, τῆς τοῦ Ζαρδὰν ἐπιμελούμενος ὑγείας, ἰατρὸν αὐτῷ πέμπει δοκιμώτατον καὶ φροντίδος ὅτι πολλῆς ἀξιοῖ θεραπευθῆναι. Ὁ δὲ ἰατρός, ἐπεὶ τῷ βασιλεῖ οὗτος κεχαρισμένος ἦν, ἐπιμελῶς ἐπεσκέψατο, καί, ἄριστα διαγνοὺς τὰ κατ’ αὐτόν, τῷ βασιλεῖ θᾶττον ἀναγγέλλει, ὡς Ἐγώ, φησί, οὐδενὸς νοσήματος αἴτιον ἐν τῷ ἀνθρώπῳ εὑρεῖν δεδύνημαι· ἔνθεν τοι καὶ ὑπολαμβάνω, ἀθυμίᾳ τινὶ τὴν ψυχὴν βληθέντα, τοῦτον μαλακισθῆναι. ὁ δὲ βασιλεύς, τούτων ἀκούσας τῶν ῥημάτων, ὑπέλαβε βαρέως αὐτῷ τὸν υἱὸν διατεθῆναι, καὶ τούτου χάριν λυπηθέντα αὐτὸν ὑποχωρῆσαι. μαθεῖν δὲ τὸ πρᾶγμα ἀκολούθως βουλόμενος, δεδήλωκε τῷ Ζαρδάν,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
