Ancient Greek · ~5 min
Chapter 22
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 22.191
Not analysed yet
ὡς Αὔριον ἐλεύσομαι, φησί, θεωρῆσαί σε, καὶ τὰ τῆς ἐπισυμβάσης σοι διαγνῶναι ἀρρωστίας. Ὁ Ζαρδὰν δέ, ταύτης ἀκούσας τῆς ἀγγελιας, ἅμα πρωὶ περιβαλλόμενος αὐτοῦ τὸ ἱμάτιον, πορεύεται πρὸς τὸν βασιλέα. καὶ εἰσελθὼν προσεκύνησεν αὐτῷ ἐπὶ τῆς γῆς. ὁ δὲ βασιλεύς, Τί, φησί, παρεβιάσω ἑαυτὸν παραγενέσθαι; αὐτὸς γὰρ ἤθελον ἐπισκέψασθαί σε, καὶ πᾶσι γνωρίσαι τὴν πρὸς σέ μου φιλίαν. ὁ δὲ ἀντέφησεν· Ἡ ἐμή, βασιλεῦ, ἀσθένεια οὐκ ἔστι τῶν συνήθων ἀνθρώποις ἀρρωστιῶν· ἀλλ’ ἐκ λυπηρᾶς καὶ ἐμμερίμνου ψυχῆς τῆς καρδίας ὀδυνωμένης συνωδυνήθη τὸ σῶμα. ἀφροσύνη δέ μοι ἦν οὕτως ἔχοντά με μὴ δουλικῶς πρὸς τὸ σὸν παραγενέσθαι κράτος, ἀλλὰ τὴν σὴν βασιλείαν προσμένειν ἕως ἐμοῦ τοῦ οἰκέτου σκυλῆναι. τοῦ βασιλέως οὖν πυνθανομένου τίς ἡ τῆς ἀθυμίας αὐτοῦ αἰτία, ὑπολαβὼν ὁ Ζαρδάν, Μέγας ἐμοὶ κίνδυνος, ἔφη· καὶ μεγάλων ἐγὼ τιμωριῶν ἄξιος, πολλῶν δὲ θανάτων ἔνοχος καθέστηκα, ὅτι σοῦ τοῖς προστάγμασιν ἀμελῶς διατεθεὶς ἀνίας σοι πολλῆς ὅσον οὐδέπω πρόξενος γέγονα. Αὖθις δὲ ὁ βασιλεύς, Καὶ τίνα σὺ ἀμέλειαν ἠμέληκας; ἤρετο· τί δὲ τὸ περιέχον σε δέος; Ἐν τῇ περὶ τὸν κύριόν μου τὸν υἱόν σου ἀκριβείᾳ ἠμέληκα, ἔφη. πονηρὸς γὰρ ἄνθρωπος καὶ γόης ἐλθὼν ὡμίλησεν αὐτῷ τὰ τῆς θρησκείας τῶν Χριστιανῶν. εἶτα διηγεῖται κατὰ μέρος τῷ βασιλεῖ τὰ λαληθέντα παρὰ τοῦ γέροντος πρὸς τὸν υἱὸν αὐτοῦ, καὶ μεθ’ ὅσης ἡδονῆς ἐκεῖνος τὸν λόγον ἐδέξατο, καὶ ὡς ὅλος τοῦ Χριστοῦ ἐγεγόνει.