# Βαρλαάμ καί Ἰωάσαφ 22.192

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/22.192

πρὸς δὲ καὶ τὴν κλῆσιν ἐδήλου τοῦ γέροντος, Βαρλαὰμ τοῦτον καλεῖσθαι εἰπών. ἀκηκόει γὰρ καὶ πρότερον ὁ βασιλεὺς τὰ περὶ τοῦ Βαρλαὰμ καὶ τῆς ἀκροτάτης ἀσκήσεως αὐτοῦ. ὡς δ’ εἰς ἀκοὰς ταῦτα ἦλθε τῷ βασιλεῖ, κλόνῳ εὐθὺς ἐκ τῆς περιπεσούσης αὐτῷ ἀθυμίας βάλλεται, καὶ θυμοῦ πληροῦται, μικροῦ καὶ ἀποπήγνυται τῷ ἀκούσματι. καὶ αὐτίκα προσκαλεῖται Ἀραχήν τινα οὕτω λεγόμενον, ὃς καὶ τῶν δευτερείων μετὰ τὸν βασιλέα ἠξιοῦτο, καὶ πρῶτος αὐτῷ ἐν πάσαις ταῖς ἀποκρύφοις συμβουλίαις ἐτύγχανεν· ἅμα δὲ καὶ τῆς ἀστρολογίας ἐπιστήμων ἦν ὁ ἀνήρ. πρὸς ὃν παραγενόμενον τὸ συμβὰν ὁ βασιλεὺς σὺν ἀθυμίᾳ πολλῇ καὶ ἀδημονίᾳ διηγεῖται. ὁ δέ, τὸν τάραχον αὐτοῦ καὶ τὴν σύγχυσιν τῆς ψυχῆς θεασάμενος, Ἀτάραχά σοι, φησί, ἔστω καὶ ἄλυπα, Ὦ βασιλεῦ· οὐκ ἀνέλπιστον γὰρ ἡμῖν ἔτι τὸ μεταπεσεῖν αὐτόν· ἀλλὰ καὶ λίαν βεβαιότατα γινώσκω θᾶττον αὐτὸν καὶ ἐξαρνήσασθαι τὴν τοῦ πλάνου ἐκείνου διδασκαλίαν, καὶ τῷ σῷ συνθέσθαι θελήματι. Τούτοις οὖν τοῖς ῥήμασι τὸν βασιλέα εἰς τὸ εὐθυμότερον ὁ Ἀραχὴς μεταβαλών, τῇ περὶ τὸ πρᾶγμα διασκέψει μελέτην ἐποιοῦντο. Καὶ τοῦτο, φησίν, ὦ βασιλεῦ, πρὸ πάντων ποιήσωμεν· καταλαβεῖν σπεύσωμεν τὸν δεινὸν Βαρλαάμ. καὶ εἰ τούτου ἐπιτύχωμεν,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
