# Βαρλαάμ καί Ἰωάσαφ 22.193

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/22.193

οὐκ ἀστοχήσομεν, εὖ οἶδα, τοῦ σκοποῦ, οὐδὲ ψευσθησόμεθα τῆς ἐλπίδος. ἀλλ’ ἐκεῖνος αὐτός, ἢ ῥήμασι πιθανοῖς ἢ βασάνων ὀργάνοις πολυειδέσι πεισθείς, ἄκων ἂν ὁμολογήσειε ψευδῆ καὶ πεπλανημένα φάσκειν, καὶ τὸν κύριόν μου καὶ υἱόν σου τοῦ πατρῴου ἔχεσθαι μεταπείσειε δόγματος. εἰ δὲ ἐκεῖνον μὲν καταλαβεῖν οὐ δυνηθείημεν, ἕτερον ἐγὼ ἐπίσταμαι πρεσβύτην μονερημίτην, Ναχὼρ καλούμενον, ὅμοιον τῷ Βαρλαὰμ κατὰ πάντα, ὃν οὐκ ἔστι διαγνῶναι μὴ ἐκεῖνον ὑπάρχειν, τῆς ἡμετέρας δόξης ὄντα, καὶ διδάσκαλον ἐμὸν ἐν τοῖς μαθήμασι γενόμενον. τούτῳ ὑπαγορεύσας ἐγώ, νύκτωρ ἀπελθών, πάντα κατὰ μέρος ἀφηγήσομαι. εἶτα, κρατηθῆναι τὸν Βαρλαὰμ διαφημήσαντες, τοῦτον παραστησόμεθα· ὃς καὶ Βαρλαὰμ ἑαυτὸν ὀνομάσας, τὰ τῶν Χριστιανῶν πρεσβεύειν προσποιήσεται, καὶ τούτους διεκδικῶν φανήσεται. εἶτα, μετὰ πολλὴν διάλεξιν ἡττώμενος, κατὰ κράτος ἐκνικηθήσεται. καὶ ταῦτα ὁ τοῦ βασιλέως υἱὸς θεώμενος, ὡς ὁ Βαρλαὰμ μὲν ἡττήθη, τὰ δὲ ἡμέτερα ὑπερνικᾷ, τοῖς νικῶσι πάντως συνθήσεται· μέγα πρὸς τούτοις καὶ τὸ τὴν σὴν αἰδεῖσθαι βασιλείαν καὶ τὰ σοὶ κεχαρισμένα ποιεῖν τιθέμενος. ἐπιστραφήσεται γὰρ καὶ ὁ τὸ προσωπεῖον τοῦ Βαρλαὰμ ὑποδύς, καὶ πεπλανῆσθαι αὐτὸν διαβεβαιώσειε. Ἥσθη ὁ βασιλεὺς ἐπὶ τοῖς λαληθεῖσι, καὶ ἄριστα βουλεύσασθαι ἔδοξε, κεναῖς ἐπερειδόμενος ἐλπίσιν.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
