# Βαρλαάμ καί Ἰωάσαφ 22.196

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/22.196

ὁ δὲ μοναχός· Καὶ ἵνα τί, φησίν, ἀλληνάλλως ἐλάλησας, περὶ τοῦ ἀπατήσαντος τὸν υἱὸν τοῦ βασιλέως τὴν πεῦσιν προσαγαγών; εἰ γὰρ τὸν Βαρλαὰμ ἐζήτεις, ἔδει σε πάντως εἰπεῖν· Ποῦ ἔστιν ὁ ἐκ τῆς πλάνης ἐπιστρέψας καὶ σώσας τὸν τοῦ βασιλέως υἱόν; ἐκεῖνος γὰρ ἀδελφὸς ἡμῶν ὑπάρχει καὶ συνασκητής· ἐκ πολλῶν δὲ ἤδη ἡμερῶν οὐ τεθεάμεθα αὐτόν. ὁ δὲ Ἀραχής· Τὸ οἴκημα αὐτοῦ, φησίν, ὑπόδειξον. ὁ ἀσκητὴς ἀπεκρίνατο· Εἰ θεάσασθαι ὑμᾶς ἤθελεν, ἐκεῖνος ἂν εἰς συνάντησιν ὑμῶν ἐξῆλθεν. ἡμῖν δ’ οὖν οὐκ ἔξεστι τὸ δωμάτιον αὐτοῦ ὑμῖν γνωρίσαι. Θυμοῦ ἐπὶ τούτῳ ἐμπίμπλαται ὁ ἄρχων, καί φησι πρὸς αὐτόν, ὀργίλον ἅμα καὶ θηριῶδες ἐμβλέψας· Ξένῳ νυνὶ θανάτῳ ὑμᾶς θανατώσω, εἰ ἐξ αὐτῆς τὸν Βαρλαὰμ οὐ παραστήσετέ μοι· Καὶ τί, φησὶν ὁ ἀσκητής, ὁρᾷς ἐν ἡμῖν, οὗπερ ἀντεχόμενοι δυσαποσπάστως τῆς παρούσης διακεισόμεθα ζωῆς, καὶ τὸν παρὰ σοῦ ἐπαχθησόμενον φοβηθῶμεν θάνατον; χάριν γάρ σοι μᾶλλον ὁμολογήσομεν, ὅτι τῆς ἀρετῆς ἐχομένους τοῦ βίου ἐξήγαγες. δεδοίκαμεν γὰρ οὐ μικρῶς τὸ τοῦ τέλους ἄδηλον, μὴ εἰδότες πῶς ἔχοντας ἡμᾶς καταλήψεται,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
