Ancient Greek · ~4 min
Chapter 23
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 23.198
Not analysed yet
ὡς εἶδε ταῖς πληγαῖς χαλεπῶς κατακοπέντας, μόλις τῆς πολλῆς ἀνενεγκὼν μανίας, παύσασθαι τοὺς τύπτοντας κελεύει. καί φησι πρὸς αὐτούς· Τί τὰ ὀστᾶ ταῦτα τῶν τεθνεώτων περιφέρετε; εἰ, ὧν τὰ ὀστᾶ εἰσι ποθοῦντες, ταῦτα βαστάζετε, ταύτῃ τῇ ὥρᾳ θήσομαι καὶ ὑμᾶς μετ’ αὐτῶν, ἵνα, τῶν ποθουμένων τυχόντες, χάριν μοι ὁμολογήσητε. ὁ δὲ τῆς θείας ἐκείνης φάλαγγος ἔξαρχος καὶ καθηγητὴς παρ’ οὐδὲν τὰς τοῦ βασιλέως τιθέμενος ἀπειλάς, ὡς μηδενὸς αὐτῷ συμβεβηκότος ἀνιαροῦ, ἐλευθέρᾳ φωνῇ καὶ λαμπροτάτῳ προσώπῳ καὶ τὴν ἐνοικοῦσαν τῇ ψυχῇ σημαίνοντι χάριν ἔφη· Τὰ ὀστᾶ ταῦτα τὰ καθαρὰ καὶ ἅγια περιφέρομεν, ὦ βασιλεῦ, τὸν πόθον τε ἀφοσιούμενοι ὧν εἰσι θαυμασίων ἀνδρῶν, καὶ τῆς ἀσκήσεως αὐτῶν καὶ θεοφιλοῦς πολιτείας εἰς μνήμην ἑαυτοὺς ἄγοντες καὶ πρὸς τὸν ὅμοιον διεγείροντες ζῆλον, τὴν ἀνάπαυσίν τε ἐνοπτριζόμενοι καὶ τρυφὴν ἐν ᾗ νῦν διάγουσι· καὶ τούτους μὲν μακαρίζοντες, ἀλλήλους δὲ παραθήγοντες τοῖς αὐτῶν ἐξακολουθεῖν ἴχνεσι σπεύδομεν. πρὸς δέ, καὶ τὴν τοῦ θανάτου ἑαυτοῖς περιποιούμεθα μνήμην, πάνυ ὠφέλιμον οὖσαν καὶ πρὸς τοὺς τῆς ἀσκήσεως ἀγῶνας προθύμως ἀναπτεροῦσαν,