# Βαρλαάμ καί Ἰωάσαφ 23.199

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/23.199

καὶ ἁγιασμὸν δὲ τῇ τούτων ἀρυόμεθα προσψαύσει. Αὖθις δὲ ὁ βασιλεύς, Εἰ ὠφέλιμος, φησίν, ἡ τοῦ θανάτου μνήμη, καθώς φατε, τί μὴ τοῖς ἐν τοῖς σώμασιν ὑμῶν ὀστέοις τὴν τούτου ὑποδέχεσθε μνήμην, τοῖς οἰκείοις ὑμῖν καὶ ὅσον οὔπω φθαρησομένοις, ἤπερ τοῖς ἀλλοτρίοις τούτοις καὶ διεφθαρμένοις; Καὶ ὁ μοναχός, Πέντε μέν, φησίν, ἐμοῦ εἰρηκότος αἰτίας τῆς τῶν λειψάνων περιφορᾶς, πρὸς μίαν αὐτὸς ἀνταποκρινόμενος, χλευάζειν ἡμᾶς δοκεῖς· ἀλλ’ ἐναργέστερον, εὖ ἴσθι, τὰ τῶν προτετελευτηκότων ὀστᾶ τὴν τοῦ θανάτου παριστῶσι μνήμην, ἤγε τῶν ζώντων. ἀλλ’, ἐπείπερ ταῦθ̓ οὕτως εἶναι γινώσκεις καὶ τὰ ἐν τῇ σαρκί σου ὀστᾶ τὸν θάνατόν σοι ὑποτυποῦσι, τί μὴ καὶ αὐτός, τῆς ὅσον οὔπω ἐλευσομένης μνημονεύων τελευτῆς, εὖ τὰ σεαυτοῦ διατίθης, ἀλλὰ πάσαις μὲν τὴν ψυχήν σου ἐκδέδωκας παρανομίαις, βιαίως δὲ καὶ ἀνηλεῶς ἀναιρεῖς τοὺς λατρευτὰς τοῦ Θεοῦ καὶ τῆς εὐσεβείας ἐραστάς, τοὺς μηδέν σοι ἠδικηκότας, μηδέ σοι τῶν παρόντων τι συμμεριζομένους ἢ ἀφελέσθαι φιλονεικοῦντας; Ὁ δὲ βασιλεὺς ἔφη· Τοὺς δεινοὺς ὑμᾶς καὶ λαοπλάνους εἰκότως κολάζω, ὅτι πάντας ἀπατᾶτε, ἀπέχεσθαι τῶν τερπνῶν τοῦ βίου ὑποτιθέμενοι, καί, ἀντὶ τῆς γλυκείας ζωῆς καὶ τῆς ποθεινοτάτης ἐπιθυμίας καὶ ἡδονῆς, τὴν σκληρὰν καὶ ῥυπώδη ταύτην καὶ πιναρὰν ἐκλέγεσθαι ἀγωγὴν ἐκβιάζεσθε,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
