# Βαρλαάμ καί Ἰωάσαφ 23.200

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/23.200

καὶ τὴν τῶν θεῶν τιμὴν τῷ Ἰησοῦ ἀπονέμειν κηρύττετε. ἴνα οὖν μή, τῇ ὑμετέρᾳ ἀπάτῃ ἐξακολουθοῦντες, οἱ λαοὶ ἔρημον τὴν γῆν καταλίπωσι, καί, τῶν πατρίων ἀποστάντες θεῶν, ἀλλοτρίῳ λατρεύσωσι, τιμωρίαις ὑμᾶς καὶ θανάτοις ὑποβαλεῖν δίκαιον ἔκρινα. Ὁ δὲ μοναχὸς φησίν· Εἰ πάντας μετέχειν τῶν ἀγαθῶν τοῦ βίου ὀρέγῃ, τί μὴ πᾶσιν ἐπ’ ἴσης μεταδίδως τῆς τρυφῆς καὶ τοῦ πλούτου, ἀλλ’ οἱ μὲν πλείους πενίᾳ ταλαιπωροῦνται, σὺ δὲ τὰ αὐτῶν προσαφαρπάζων τοῖς ἑαυτοῦ προστίθης; οὐκ ἄρα τῆς τῶν πολλῶν φροντίζεις σωτηρίας, ἀλλὰ τὴν ἰδίαν πιαίνεις σάρκα, ὕλην ἑτοιμάζων τῇ τῶν σκωλήκων καταβρώσει. διὰ τοῦτο, καὶ τὸν τῶν πάντων ἀπαρνησάμενος Θεόν, τοὺς μὴ ὄντας προσηγόρευσας θεούς, τοὺς πάσης παρανομίας ἐφευρετάς, ἵνα σοι, κατὰ μίμησιν αὐτῶν ἀσελγαίνοντι καὶ παρανομοῦντι, τὸ μιμητὴς ἀναγορεύεσθαι τῶν θεῶν σου προσγένηται. οἷα γὰρ οἱ θεοὶ ὑμῶν ἔπραξαν, πῶς οὐχὶ καὶ οἱ προσέχοντες αὐτοῖς ἄνθρωποι πράξουσι; πλάνην οὖν μεγάλην πεπλάνησαι, ὦ βασιλεῦ. δέδοικας δὲ μή τινας τοῦ λαοῦ πείσαιμεν, τοῖς ἡμετέροις συνθεμένους, ἀποστῆναί σου τῆς χειρὸς καὶ τῇ τὰ πάντα συνεχούσῃ προσοικειωθῆναι χειρί· θέλεις γὰρ πολλοὺς εἶναι τοὺς ὑπουργοὺς τῆς σῆς πλεονεξίας, ἵν’ αὐτοὶ μὲν ταλαιπωρῶσι, σοὶ δὲ τὰ παρ’ αὐτῶν προσγένοιτο κέρδη. ὃν τρόπον κύνας τις τρέφων ἢ ὄρνεα εἰς θήραν τιθασσευόμενα, πρὸ μὲν τῆς θήρας κολακεύων ταῦτα φαίνοιτο,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
