# Βαρλαάμ καί Ἰωάσαφ 23.201

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/23.201

ἡνίκα δὲ κατάσχωσί τι τῶν θηρευομένων, βιαίως αὐτῶν τοῦ στόματος τὸ θηρευθὲν ἀφαρπάζει· οὕτω δὴ καὶ σύ, πολλοὺς θέλων ἔχειν τοὺς φόρους σοι καὶ τέλη ἐκ γῆς καὶ θαλάσσης κομίζοντας, λέγεις μὲν τῆς αὐτῶν φροντίζειν σωτηρίας, ἀπώλειαν δὲ αὐτοῖς προξενῶν αἰώνιον, πρὸ δὲ πάντων σεαυτῷ, ἵνα μόνον σοι ὁ σκυβάλων καὶ σαπριῶν ἀχρηστότερος βρίθοιτο πλοῦτος, λέληθας σκότος ἀντὶ φωτὸς κατέχων. ἀλλ’ ἀνάνηψον τοῦ καταχθονίου ὕπνου τούτου, διάνοιξόν σου τοὺς μεμυκότας ὀφθαλμούς, καὶ ἴδε τὴν περιλάμπουσαν πᾶσι τοῦ Θεοῦ ἡμῶν δόξαν· καὶ σύ ποτε σεαυτοῦ γενοῦ· Σύνετε γάρ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε, φησὶν ὁ προφήτης· σύνες ὅτι οὐκ ἔστι θεός, πλὴν τοῦ Θεοῦ ἡμῶν, καὶ οὐκ ἔστι σωτηρία, εἰ μὴ ἐν αὐτῷ. Ὁ δὲ βασιλεύς· Τῆς μωρᾶς σου ταύτης φλυαρίας παυσάμενος, τὸν Βαρλαὰμ αὐτίκα μοι ὑπόδειξον, ἢ πειρασθήσῃ κολαστηρίων ὀργάνων, ὧν οὐδέποτε πεῖραν εἴληφας. ὁ μεγαλόφρων οὖν καὶ γενναιότατος ἀσκητὴς καὶ τῆς οὐρανίου φιλοσοφίας ἐραστὴς κατ’ οὐδένα τρόπον ταῖς τοῦ βασιλέως ἀπειλαῖς μετετρέπετο· ἀλλ’ ἀτρέμας ἑστὼς ἔλεγεν· Οὐ τὰ παρὰ σοῦ θεσπιζόμενα ποιεῖν, ὦ βασιλεῦ, προστετάγμεθα, ἀλλὰ τὰ παρὰ τοῦ Δεσπότου ἡμῶν καὶ Θεοῦ κεκελευσμένα, ὃς σωφροσύνην ἡμᾶς ἐκδιδάσκει τοῦ πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
