# Βαρλαάμ καί Ἰωάσαφ 24.204

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/24.204

ἐξελθόντι δὲ καὶ τὰς ἐρήμους ἐμπεριπατοῦντι ὁρᾶται αὐτῷ ἀνήρ τις ἐκ φάραγγός τινος ἐξερχόμενος. τοῦ δὲ καταδιώκειν αὐτὸν κελεύσαντος, φθάνουσι τὸ τάχος, καὶ συλλαβόντες πρὸς αὐτὸν ἄγουσι. τοῦ δὲ πυνθανομένου τίς τε εἴη καὶ ποίας θρησκείας ἢ τί καλούμενος, Χριστιανὸν μὲν ἐκεῖνος ἑαυτὸν ἀπεκάλεσε, Βαρλαὰμ δὲ ὠνόμασε, καθάπερ δεδίδακτο. χαρᾶς δὲ πλησθεὶς ὁ Ἀραχής, ὡς ἐδείκνυε, τάχιστα τοῦτον λαβών, πρὸς τὸν βασιλέα ἐπανέρχεται· καὶ δὴ μηνύσας παρίστησιν αὐτόν. καί φησιν ὁ βασιλεὺς εἰς ἐπήκοον πάντων τῶν παρισταμένων· Σὺ εἶ ὁ τοῦ δαίμονος ἐργάτης Βαρλαάμ; ὁ δὲ ἀντέφησεν· Τοῦ Θεοῦ ἐργάτης εἰμί, καὶ οὐ τῶν δαιμόνων. μὴ οὖν με λοιδόρει. πολλὰς γάρ μοι ὁμολογεῖν χάριτας ὀφειλέτης εἶ, ὅτι τὸν υἱόν σου θεοσεβεῖν ἐδίδαξα, πάσης ἀπαλλάξας ἀπάτης καὶ τῷ ἀληθινῷ καταλλάξας Θεῷ,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
