# Βαρλαάμ καί Ἰωάσαφ 24.207

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/24.207

τὸ φῶς τε περιῆρας τῶν ὀφθαλμῶν μου καὶ τὴν τῶν ἐμῶν νεύρων ἐξέκοψας ἰσχύν· φόβος γὰρ ὃν ἐφοβούμην περὶ σοῦ ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. καὶ γέγονας τῶν ἐχθρῶν μου ἐπίχαρμα καὶ τῶν ὑπεναντίων μου κατάγελως. ἀπαιδεύτῳ φρενὶ καὶ νηπιώδει γνώμῃ τοῖς τῶν ἀπατεώνων ῥήμασιν ἐξακολουθήσας, καὶ τὴν βουλὴν τῶν κακοφρόνων τῆς ἐμῆς προκρίνας βουλῆς, καὶ τῶν ἡμετέρων θεῶν τὸ σέβας καταλιπών, ἀλλοτρίῳ ἐλάτρευσας Θεῷ. ἵνα τί, τέκνον, ταῦτα πεποίηκας; καὶ ὃν ἤλπιζον ἐν πάσῃ ἐκτρέφειν ἀσφαλείᾳ καὶ τοῦ γήρως ἔχειν βακτηρίαν καὶ ἰσχύν, διάδοχόν τε ἄριστον καταλιμπάνειν τῆς βασιλείας, τὰ τῶν ἐχθρῶν οὐκ ᾐδέσθης καὶ πολεμίων ἐνδείξασθαι εἰς ἐμέ; οὐκ ἔδει σε ἐμοὶ μᾶλλον πείθεσθαι καὶ τοῖς ἐμοῖς ἕπεσθαι δόγμασιν, ἢ τοῦ δολίου καὶ σαπροῦ γέροντος εἴκειν ταῖς φληνάφοις μωρολογίαις, τοῦ πικράν σοι ἀντὶ τῆς γλυκείας ὑποθεμένου ζωήν, καὶ ἀντὶ τῆς ποθεινοτάτης τρυφῆς τὴν σκληρὰν καὶ τραχεῖαν ὁδεύειν ὁδόν,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
